1 Aristoph. Equ. 1–246

Δημοσθένης ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ.

κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν

αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί.

ἐξ οὗ γὰρ εἰσήρρησεν ἐς τὴν οἰκίαν

5πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις.

Νικίας κάκιστα δῆθʼ οὗτός γε πρῶτος Παφλαγόνων

αὐταῖς διαβολαῖς. Δημοσθένης κακόδαιμον πῶς ἔχεις;

Νικίας κακῶς καθάπερ σύ. Δημοσθένης δεῦρο δὴ πρόσελθʼ, ἵνα

ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον.

Δημοσθένης καὶ Νικίας 10μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ.

Δημοσθένης τί κινυρόμεθʼ ἄλλως; οὐκ ἐχρῆν ζητεῖν τινα

σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;

Νικίας τίς οὖν γένοιτʼ ἄν; Δημοσθένης λέγε σύ. Νικίας σὺ μὲν οὖν μοι λέγε,

14ἵνα μὴ μάχωμαι. Δημοσθένης 15μὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.

Νικίας 16πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;

Δημοσθένης 15ἀλλʼ εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω.

Νικίας 17ἀλλʼ οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτε

εἴποιμʼ ἂν αὐτὸ δῆτα κομψευριπικῶς;

Δημοσθένης μὴ ʼμοί γε, μὴ ʼμοί, μὴ διασκανδικίσῃς·

20ἀλλʼ εὑρέ τινʼ ἀπόκινον ἀπὸ τοῦ δεσπότου.

Νικίας λέγε δὴ μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών.

Δημοσθένης καὶ δὴ λέγω μόλωμεν. Νικίας ἐξόπισθε νῦν

αὐτὸ φάθι τοῦ μόλωμεν. Δημοσθένης 25αὐτό. Νικίας πάνυ καλῶς.

ὥσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε

25τὸ μόλωμεν, εἶτα δʼ αὐτό, κᾆτʼ ἐπάγων πυκνόν.

Δημοσθένης μόλωμεν αὐτὸ μόλωμεν αὐτομολῶμεν. Νικίας ἢν

οὐχ ἡδύ; Δημοσθένης νὴ Δία· πλήν γε περὶ τῷ δέρματι

δέδοικα τουτονὶ τὸν οἰωνόν. Νικίας τί δαί;

Δημοσθένης ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται.

Νικίας 30κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν,

θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.

Δημοσθένηςποῖον βρέτας †; ἐτεὸν ἡγεῖ γὰρ θεούς;

Νικίας ἔγωγε. Δημοσθένης ποίῳ χρώμενος τεκμηρίῳ;

Νικίας ὁτιὴ θεοῖσιν ἐχθρός εἰμʼ. οὐκ εἰκότως;

Δημοσθένης 35εὖ προσβιβάζεις μʼ. ἀλλʼ ἑτέρᾳ πῃ σκεπτέον.

βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;

Νικίας οὐ χεῖρον· ἓν δʼ αὐτοὺς παραιτησώμεθα,

ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν,

ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν.

Δημοσθένης 40λέγοιμʼ ἂν ἤδη. νῷν γάρ ἐστι δεσπότης

ἄγροικος ὀργὴν κυαμοτρὼξ ἀκράχολος,

Δῆμος πυκνίτης, δύσκολον γερόντιον

ὑπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνίᾳ

ἐπρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα,

45πανουργότατον καὶ διαβολώτατόν τινα.

οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους,

βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην

ᾔκαλλʼ ἐθώπευʼ ἐκολάκευʼ ἐξηπάτα

κοσκυλματίοις ἄκροισι τοιαυτὶ λέγων·

50 Δῆμε λοῦσαι πρῶτον ἐκδικάσας μίαν,

ἐνθοῦ ῥόφησον ἔντραγʼ ἔχε τριώβολον.

βούλει παραθῶ σοι δόρπον; εἶτʼ ἀναρπάσας

ὅ τι ἄν τις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃ

Παφλαγὼν κεχάρισται τοῦτο. καὶ πρώην γʼ ἐμοῦ

55μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν,

πανουργότατά πως περιδραμὼν ὑφαρπάσας

αὐτὸς παρέθηκε τὴν ὑπʼ ἐμοῦ μεμαγμένην,

ἡμᾶς δʼ ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην

ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων

60δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας.

ᾄδει δὲ χρησμούς· δὲ γέρων σιβυλλιᾷ.

δʼ αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα,

τέχνην πεποίηται. τοὺς γὰρ ἔνδον ἄντικρυς

ψευδῆ διαβάλλει· κᾆτα μαστιγούμεθα

65ἡμεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας

αἰτεῖ ταράττει δωροδοκεῖ λέγων τάδε·

ὁρᾶτε τὸν Ὕλαν διʼ ἐμὲ μαστιγούμενον;

εἰ μή μʼ ἀναπείσετʼ, ἀποθανεῖσθε τήμερον.‘

ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι

70ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν.

νῦν οὖν ἀνύσαντε φροντίσωμεν ὦγαθέ,

ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα.

Νικίας κράτιστʼ ἐκείνην τὴν μόλωμεν ὦγαθέ.

Δημοσθένης ἀλλʼ οὐχ οἷόν τε τὸν Παφλαγόνʼ οὐδὲν λαθεῖν·

75ἐφορᾷ γὰρ οὗτος πάντʼ. ἔχει γὰρ τὸ σκέλος

τὸ μὲν ἐν Πύλῳ, τὸ δʼ ἓτερον ἐν τἠκκλησίᾳ.

τοσόνδε δʼ αὐτοῦ βῆμα διαβεβηκότος

πρωκτός ἐστιν αὐτόχρημʼ ἐν Χάοσιν,

τὼ χεῖρʼ ἐν Αἰτωλοῖς, νοῦς δʼ ἐν Κλωπιδῶν.

Νικίας 80κράτιστον οὖν νῷν ἀποθανεῖν. Δημοσθένης ἀλλὰ σκόπει,

ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα.

Νικίας πῶς δῆτα πῶς γένοιτʼ ἂν ἀνδρικώτατα;

βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν.

Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.

Δημοσθένης 85μὰ Δίʼ ἀλλʼ ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος.

ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα.

Νικίας ἰδού γʼ ἄκρατον. περὶ πότου γοῦν ἐστί σοι;

πῶς δʼ ἂν μεθύων χρηστόν τι βουλεύσαιτʼ ἀνήρ;

Δημοσθένης ἄληθες οὗτος; κρουνοχυτρολήραιον εἶ.

90οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν;

οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον;

ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι τότε

πλουτοῦσι διαπράττουσι νικῶσιν δίκας

εὐδαιμονοῦσιν ὠφελοῦσι τοὺς φίλους.

95ἀλλʼ ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ,

τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν.

Νικίας οἴμοι τί ποθʼ ἡμᾶς ἐργάσει τῷ σῷ πότῳ;

Δημοσθένης ἀγάθʼ· ἀλλʼ ἔνεγκʼ· ἐγὼ δὲ κατακλινήσομαι.

ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω

100βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων.

Νικίας ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν

κλέπτων τὸν οἶνον. Δημοσθένης εἰπέ μοι Παφλαγὼν τί δρᾷ;

Νικίας ἐπίπαστα λείξας δημιόπραθʼ βάσκανος

ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος.

Δημοσθένης 105ἴθι νυν ἄκρατον ἐγκάναξόν μοι πολὺν

σπονδήν. Νικίας λαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος.

Δημοσθένης ἕλχʼ ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου.

δαῖμον ἀγαθὲ σὸν τὸ βούλευμʼ, οὐκ ἐμόν.

Νικίας εἴπʼ, ἀντιβολῶ, τί ἔστι; Δημοσθένης τοὺς χρησμοὺς ταχὺ

110κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν,

ἕως καθεύδει. Νικίας ταῦτʼ. ἀτὰρ τοῦ δαίμονος

δέδοιχʼ ὅπως μὴ τεύξομαι κακοδαίμονος.

Δημοσθένης φέρε νυν ἐγὼ μʼ αὐτῷ προσαγάγω τὸν χοᾶ.

τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν.

Νικίας 115ὡς μεγάλʼ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται,

ὥστʼ ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών,

ὅνπερ μάλιστʼ ἐφύλαττεν. Δημοσθένης σοφώτατε.

φέρʼ αὐτὸν ἵνʼ ἀναγνῶ· σὺ δʼ ἔγχεον πιεῖν

ἀνύσας τι. φέρʼ ἴδω τί ἄρʼ ἔνεστιν αὐτόθι.

120 λόγια. δός μοι δὸς τὸ ποτήριον ταχύ.

Νικίας ἰδού. τί φησʼ χρησμός; Δημοσθένης ἑτέραν ἔγχεον.

Νικίας ἐν τοῖς λογίοις ἔνεστινἑτέραν ἔγχεον;“

Δημοσθένης Βάκι. Νικίας 125τί ἔστι; Δημοσθένης δὸς τὸ ποτήριον ταχύ.

Νικίας πολλῷ γʼ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.

Δημοσθένης 125 μιαρὲ Παφλαγὼν ταῦτʼ ἄρʼ ἐφυλάττου πάλαι,

τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν; Νικίας τιή;

Δημοσθένης ἐνταῦθʼ ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.

Νικίας καὶ πῶς; Δημοσθένης 130ὅπως; χρησμὸς ἄντικρυς λέγει

ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται,

130ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα.

Νικίας εἷς οὑτοσὶ πώλης. τί τοὐντεῦθεν; λέγε.

Δημοσθένης μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος.

Νικίας δύο τώδε πώλα. καὶ τί τόνδε χρὴ παθεῖν;

Δημοσθένης κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτερος

135αὐτοῦ γένοιτο· μετὰ δὲ ταῦτʼ ἀπόλλυται.

ἐπιγίγνεται γὰρ βυρσοπώλης Παφλαγών,

ἅρπαξ κεκράκτης Κυκλοβόρου φωνὴν ἔχων.

Νικίας τὸν προβατοπώλην ἦν ἄρʼ ἀπολέσθαι χρεὼν

ὑπὸ βυρσοπώλου; Δημοσθένης νὴ Δίʼ. Νικίας οἴμοι δείλαιος.

140πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἶς μόνος;

Δημοσθένης ἔτʼ ἐστὶν εἷς ὑπερφυᾶ τέχνην ἔχων.

Νικίας εἴπʼ, ἀντιβολῶ, τίς ἐστιν; Δημοσθένης εἴπω; Νικίας νὴ Δία.

Δημοσθένης ἀλλαντοπώλης ἔσθʼ τοῦτον ἐξολῶν.

Νικίας ἀλλαντοπώλης; Πόσειδον τῆς τέχνης.

145φέρε ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν;

Δημοσθένης ζητῶμεν αὐτόν. Νικίας ἀλλʼ ὁδὶ προσέρχεται

ὥσπερ κατὰ θεὸν εἰς ἀγοράν. Δημοσθένης μακάριε

ἀλλαντοπῶλα, δεῦρο δεῦρʼ φίλτατε

ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς.

Ἀλλαντοπώλης 150τί ἔστι; τί με καλεῖτε; Δημοσθένης δεῦρʼ ἔλθʼ, ἵνα πύθῃ

ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.

Νικίας ἴθι δὴ κάθελʼ αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ

τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει·

ἐγὼ δʼ ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.

Δημοσθένης 155ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί·

ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς.

Ἀλλαντοπώλης ἰδού· τί ἔστιν; Δημοσθένης μακάριʼ πλούσιε,

νῦν μὲν οὐδεὶς αὔριον δʼ ὑπέρμεγας,

τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων.

Ἀλλαντοπώλης 160τί μʼ ὦγάθʼ οὐ πλύνειν ἐᾷς τὰς κοιλίας

πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;

Δημοσθένης μῶρε ποίας κοιλίας; δευρὶ βλέπε.

τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν; Ἀλλαντοπώλης ὁρῶ.

Δημοσθένης τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει,

165καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός·

βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις,

δήσεις φυλάξεις, ἐν πρυτανείῳ λαικάσει.

Ἀλλαντοπώλης ἐγώ; Δημοσθένης σὺ μέντοι· κοὐδέπω γε πάνθʼ ὁρᾷς.

ἀλλʼ ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ

170καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ.

Ἀλλαντοπώλης καθορῶ. Δημοσθένης τί δαί; τἀμπόρια καὶ τὰς ὁλκάδας;

Ἀλλαντοπώλης ἔγωγε. Δημοσθένης πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς;

ἔτι νῦν τὸν ὀφθαλμὸν παράβαλλʼ ἐς Καρίαν

τὸν δεξιόν, τὸν δʼ ἕτερον ἐς Καρχηδόνα.

Ἀλλαντοπώλης 175εὐδαιμονήσω δʼ εἰ διαστραφήσομαι;

Δημοσθένης οὐκ ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται.

γίγνει γάρ, ὡς χρησμὸς οὑτοσὶ λέγει,

ἀνὴρ μέγιστος. Ἀλλαντοπώλης εἰπέ μοι καὶ πῶς ἐγὼ

ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι;

Δημοσθένης 180διʼ αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας,

ὁτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς.

Ἀλλαντοπώλης οὐκ ἀξιῶ ʼγὼ ʼμαυτὸν ἰσχύειν μέγα.

Δημοσθένης οἴμοι τί ποτʼ ἔσθʼ ὅτι σαυτὸν οὐ φῂς ἄξιον;

ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.

185μῶν ἐκ καλῶν εἶ κἀγαθῶν; Ἀλλαντοπώλης μὰ τοὺς θεοὺς

εἰ μὴ ʼκ πονηρῶν γʼ. Δημοσθένης μακάριε τῆς τύχης

ὅσον πέπονθας ἀγαθὸν ἐς τὰ πράγματα.

Ἀλλαντοπώλης ἀλλʼ ὦγάθʼ οὐδὲ μουσικὴν ἐπίσταμαι

πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.

Δημοσθένης 190τουτὶ μόνον σʼ ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς.

δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ

ἔτʼ ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους,

ἀλλʼ εἰς ἀμαθῆ καὶ βδελυρόν. ἀλλὰ μὴ παρῇς

σοι διδόασʼ ἐν τοῖς λογίοισιν οἱ θεοί.

Ἀλλαντοπώλης 195πῶς δῆτά φησʼ χρησμός; Δημοσθένης εὖ νὴ τοὺς θεοὺς

καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος·

ἀλλʼ ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης

γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην,

δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται σκοροδάλμη,

200κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει,

αἴ κεν μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.

Ἀλλαντοπώλης πῶς οὖν πρὸς ἐμὲ ταῦτʼ ἐστίν; ἀναδίδασκέ με.

Δημοσθένης βυρσαίετος μὲν Παφλαγών ἐσθʼ οὑτοσί.

Ἀλλαντοπώλης τί δʼ ἀγκυλοχήλης ἐστίν; Δημοσθένης αὐτό που λέγει,

205ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει.

Ἀλλαντοπώλης δράκων δὲ πρὸς τί; Δημοσθένης τοῦτο περιφανέστατον.

δράκων γάρ ἐστι μακρὸν ὅ τʼ ἀλλᾶς αὖ μακρόν.

εἶθʼ αἱματοπώτης ἔσθʼ ὅ τʼ ἀλλᾶς χὠ δράκων·

τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον

210ἤδη κρατήσειν, αἴ κε μὴ θαλφθῇ λόγοις.

Ἀλλαντοπώλης τὰ μὲν λόγιʼ αἰκάλλει με· θαυμάζω δʼ ὅπως

τὸν δῆμον οἷός τʼ ἐπιτροπεύειν εἴμʼ ἐγώ.

Δημοσθένης φαυλότατον ἔργον· ταῦθʼ ἅπερ ποιεῖς ποίει·

τάραττε καὶ χόρδευʼ ὁμοῦ τὰ πράγματα

215ἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦ

ὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς.

τὰ δʼ ἄλλα σοι πρόσεστι δημαγωγικά,

φωνὴ μιαρά, γέγονας κακῶς, ἀγοραῖος εἶ·

ἔχεις ἅπαντα πρὸς πολιτείαν δεῖ·

220χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν.

ἀλλὰ στεφανοῦ καὶ σπένδε τῷ Κοαλέμῳ·

χὤπως ἀμυνεῖ τὸν ἄνδρα. Ἀλλαντοπώλης καὶ τίς ξύμμαχος

γενήσεταί μοι; καὶ γὰρ οἵ τε πλούσιοι

δεδίασιν αὐτὸν τε πένης βδύλλει λεώς.

Δημοσθένης 225ἀλλʼ εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι

μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι,

καὶ τῶν πολιτῶν οἱ καλοί τε κἀγαθοί,

καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός,

κἀγὼ μετʼ αὐτῶν χὠ θεὸς ξυλλήψεται.

230καὶ μὴ δέδιθʼ· οὐ γάρ ἐστιν ἐξῃκασμένος,

ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεν

τῶν σκευοποιῶν εἰκάσαι. πάντως γε μὴν

γνωσθήσεται· τὸ γὰρ θέατρον δεξιόν.

Ἀλλαντοπώλης οἴμοι κακοδαίμων Παφλαγὼν ἐξέρχεται.

Κλέων 235οὔτοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον,

ὁτιὴ ʼπὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι.

τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον;

οὐκ ἔσθʼ ὅπως οὐ Χαλκιδέας ἀφίστατον.

ἀπολεῖσθον ἀποθανεῖσθον μιαρωτάτω.

Δημοσθένης 240οὗτος τί φεύγεις; οὐ μενεῖς; γεννάδα

ἀλλαντοπῶλα μὴ προδῷς τὰ πράγματα.

ἄνδρες ἱππῆς παραγένεσθε· νῦν καιρός. Σίμων,

Παναίτιʼ οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας;

ἅνδρες ἐγγύς. ἀλλʼ ἀμύνου κἀπαναστρέφου πάλιν.

245 κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων.

ἀλλʼ ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ.