14 Aristoph. Equ. 1151–1263

Κλέων ἄπαγʼ ἐς μακαρίαν ἐκποδών. Ἀλλαντοπώλης σύ γʼ φθόρε.

Κλέων Δῆμʼ ἐγὼ μέντοι παρεσκευασμένος

τρίπαλαι κάθημαι βουλόμενός σʼ εὐεργετεῖν.

Ἀλλαντοπώλης 5ἐγὼ δὲ δεκάπαλαί γε καὶ δωδεκάπαλαι

1155καὶ χιλιόπαλαι καὶ προπαλαιπαλαίπαλαι.

Δῆμος ἐγὼ δὲ προσδοκῶν γε τρισμυριόπαλαι

βδελύττομαί σφω καὶ προπαλαιπαλαίπαλαι.

Ἀλλαντοπώλης οἶσθʼ οὖν δρᾶσον; Δῆμος εἰ δὲ μή, φράσεις γε σύ.

Ἀλλαντοπώλης ἄφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονί,

1160ἵνα σʼ εὖ ποιῶμεν ἐξ ἴσου. Δῆμος δρᾶν ταῦτα χρή.

ἄπιτον. Κλέων καὶ Ἀλλαντοπώλης ἰδού. Δῆμος 1165θέοιτʼ ἄν. Ἀλλαντοπώλης ὑποθεῖν οὐκ ἐῶ.

Δῆμος ἀλλʼ μεγάλως εὐδαιμονήσω τήμερον

ὑπὸ τῶν ἐραστῶν νὴ Δίʼ ʼγὼ θρύψομαι.

Κλέων ὁρᾷς; ἐγώ σοι πρότερος ἐκφέρω δίφρον.

Ἀλλαντοπώλης 1165ἀλλʼ οὐ τράπεζαν, ἀλλʼ ἐγὼ προτεραίτερος.

Κλέων ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼ

ἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.

Ἀλλαντοπώλης ἐγὼ δὲ μυστίλας μεμυστιλημένας

ὑπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ.

Δῆμος 1170ὡς μέγαν ἄρʼ εἶχες πότνια τὸν δάκτυλον.

Κλέων ἐγὼ δʼ ἔτνος γε πίσινον εὔχρων καὶ καλόν·

ἐτόρυνε δʼ αὔθʼ Παλλὰς Πυλαιμάχος.

Ἀλλαντοπώλης Δῆμʼ ἐναργῶς θεός σʼ ἐπισκοπεῖ,

καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.

Δῆμος 1175οἴει γὰρ οἰκεῖσθʼ ἂν ἔτι τήνδε τὴν πόλιν,

εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;

Κλέων τουτὶ τέμαχός σοὔδωκεν Φοβεσιστράτη.

Ἀλλαντοπώλης δʼ Ὀβριμοπάτρα γʼ ἑφθὸν ἐκ ζωμοῦ κρέας

καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.

Δῆμος 1180καλῶς γʼ ἐποίησε τοῦ πέπλου μεμνημένη.

Κλέων Γοργολόφα σʼ ἐκέλευε τουτουὶ φαγεῖν

ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.

Ἀλλαντοπώλης λαβὲ καὶ ταδί νυν. Δῆμος καὶ τί τούτοις χρήσομαι

τοῖς ἐντέροις; Ἀλλαντοπώλης ἐπίτηδες αὔτʼ ἔπεμψέ σοι

1185ἐς τὰς τριήρεις ἐντερόνειαν θεός·

ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν.

ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο.

Δῆμος ὡς ἡδὺς Ζεῦ καὶ τὰ τρία φέρων καλῶς.

Ἀλλαντοπώλης Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν.

Κλέων 1190λαβέ νυν πλακοῦντος πίονος παρʼ ἐμοῦ τόμον.

Ἀλλαντοπώλης παρʼ ἐμοῦ δʼ ὅλον γε τὸν πλακοῦντα τουτονί.

Κλέων ἀλλʼ οὐ λαγῷʼ ἕξεις ὁπόθεν δῷς, ἀλλʼ ἐγώ.

Ἀλλαντοπώλης οἴμοι, πόθεν λαγῷά μοι γενήσεται;

θυμὲ νυνὶ βωμολόχον ἔξευρέ τι.

Κλέων 1195ὁρᾷς τάδʼ κακόδαιμον; Ἀλλαντοπώλης ὀλίγον μοι μέλει·

ἐκεινοιὶ γὰρ ὡς ἔμʼ ἔρχονταί τινες

πρέσβεις ἔχοντες ἀργυρίου βαλλάντια.

Κλέων ποῦ ποῦ; Ἀλλαντοπώλης τί δέ σοι τοῦτʼ; οὐκ ἐάσεις τοὺς ξένους;

Δημίδιον ὁρᾷς τὰ λαγῷʼ σοι φέρω;

Κλέων 1200οἴμοι τάλας ἀδίκως γε τἄμʼ ὑφήρπασας.

Ἀλλαντοπώλης νὴ τὸν Ποσειδῶ καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου.

Δῆμος εἴπʼ, ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι;

Ἀλλαντοπώλης τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμʼ ἐμόν.

Κλέων ἐγὼ δʼ ἐκινδύνευσʼ, ἐγὼ δʼ ὤπτησά γε.

Δῆμος 1205ἄπιθʼ· οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος χάρις.

Κλέων οἴμοι κακοδαίμων, ὑπεραναιδευθήσομαι.

Ἀλλαντοπώλης τί οὐ διακρίνεις Δῆμʼ ὁπότερός ἐστι νῷν

ἀνὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα;

Δῆμος τῷ δῆτʼ ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳ

1210δόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς;

Ἀλλαντοπώλης ἐγὼ φράσω σοι. τὴν ἐμὴν κίστην ἰὼν

ξύλλαβε σιωπῇ καὶ βασάνισον ἅττʼ ἔνι,

καὶ τὴν Παφλαγόνος· κἀμέλει κρινεῖς καλῶς.

Δῆμος φέρʼ ἴδω τί οὖν ἔνεστιν; Ἀλλαντοπώλης οὐχ ὁρᾷς κενὴν

1215 παππίδιον; ἅπαντα γάρ σοι παρεφόρουν.

Δῆμος αὕτη μὲν κίστη τὰ τοῦ Δήμου φρονεῖ.

Ἀλλαντοπώλης βάδιζέ νυν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος.

ὁρᾷς τάδʼ; Δῆμος οἴμοι τῶν ἀγαθῶν ὅσων πλέα.

ὅσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο·

1220ἐμοὶ δʼ ἔδωκεν ἀποτεμὼν τυννουτονί.

Ἀλλαντοπώλης τοιαῦτα μέντοι καὶ πρότερόν σʼ ἠργάζετο·

σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν,

αὐτὸς δʼ ἑαυτῷ παρετίθει τὰ μείζονα.

Δῆμος μιαρὲ κλέπτων δή με ταῦτʼ ἐξηπάτας;

1225ἐγὼ δέ τυ ἐστεφάνιξα κἀδωρησάμαν.

Κλέων ἐγὼ δʼ ἔκλεπτον ἐπʼ ἀγαθῷ γε τῇ πόλει.

Δῆμος κατάθου ταχέως τὸν στέφανον, ἵνʼ ἐγὼ τουτῳὶ

αὐτὸν περιθῶ. Ἀλλαντοπώλης κατάθου ταχέως μαστιγία.

Κλέων οὐ δῆτʼ, ἐπεί μοι χρησμός ἐστι Πυθικὸς

1230φράζων ὑφʼ οὗδεήσει μʼἡττᾶσθαι μόνου.

Ἀλλαντοπώλης τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.

Κλέων καὶ μήν σʼ ἐλέγξαι βούλομαι τεκμηρίῳ,

εἴ τι ξυνοίσεις τοῦ θεοῦ τοῖς θεσφάτοις.

καί σου τοσοῦτον πρῶτον ἐκπειράσομαι·

1235παῖς ὢν ἐφοίτας ἐς τίνος διδασκάλου;

Ἀλλαντοπώλης ἐν ταῖσιν εὕστραις κονδύλοις ἡρμοττόμην.

Κλέων πῶς εἶπας; ὥς μου χρησμὸς ἅπτεται φρενῶν.

εἶεν.

ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνθανες;

Ἀλλαντοπώλης κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντίον·

Κλέων 1240 Φοῖβʼ Ἄπολλον Λύκιε τί ποτέ μʼ ἐργάσει;

τέχνην δὲ τίνα ποτʼ εἶχες ἐξανδρούμενος;

Ἀλλαντοπώλης ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην.

Κλέων οἴμοι κακοδαίμων· οὐκέτʼ οὐδέν εἰμʼ ἐγώ.

λεπτή τις ἐλπίς ἐστʼ ἐφʼ ἧς ὀχούμεθα.

1245καί μοι τοσοῦτον εἰπέ· πότερον ἐν ἀγορᾷ

ἠλλαντοπώλεις ἐτεὸν ʼπὶ ταῖς πύλαις;

Ἀλλαντοπώλης ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον.

Κλέων οἴμοι πέπρακται τοῦ θεοῦ τὸ θέσφατον.

κυλίνδετʼ εἴσω τόνδε τὸν δυσδαίμονα.

1250 στέφανε χαίρων ἄπιθι, κεἴ σʼ ἄκων ἐγὼ

λείπω· σὲ δʼ ἄλλος τις λαβὼν κεκτήσεται,

κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δʼ ἴσως.

Ἀλλαντοπώλης Ἑλλάνιε Ζεῦ σὸν τὸ νικητήριον.

Χορός χαῖρε καλλίνικε καὶ μέμνησʼ ὅτι

1255ἀνὴρ γεγένησαι διʼ ἐμέ· καί σʼ αἰτῶ βραχύ,

ὅπως ἔσομαί σοι Φανὸς ὑπογραφεὺς δικῶν.

Δῆμος ἐμοὶ δέ γʼ ὅ τι σοι τοὔνομʼ εἴπʼ. Ἀλλαντοπώλης Ἀγοράκριτος·

ἐν τἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.

Δῆμος Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω,

1260καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί.

Ἀλλαντοπώλης καὶ μὴν ἐγώ σʼ Δῆμε θεραπεύσω καλῶς,

ὥσθʼ ὁμολογεῖν σε μηδένʼ ἀνθρώπων ἐμοῦ

ἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει.