8 Aristoph. Equ. 611–755
Χορός ὦ φίλτατʼ ἀνδρῶν καὶ νεανικώτατε.
ὅσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα·
καὶ νῦν ἐπειδὴ σῶς ἐλήλυθας πάλιν,
ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμʼ ἠγωνίσω.
Ἀλλαντοπώλης 615τί δʼ ἄλλο γʼ εἰ μὴ Νικόβουλος ἐγενόμην;
Χορός νῦν ἄρʼ ἄξιόν γε πᾶσίν ἐστιν ἐπολολύξαι.
ὦ καλὰ λέγων πολὺ δʼ ἀμείνονʼ ἔτι τῶν λόγων
ἐργασάμενʼ, εἴθʼ ἐπέλθοις
ἅπαντά μοι σαφῶς·
620ὡς ἐγώ μοι δοκῶ
κἂν μακρὰν ὁδὸν διελθεῖν
ὥστʼ ἀκοῦσαι. πρὸς τάδʼ ὦ βέλτιστε
θαρρήσας λέγʼ, ὡς, ἅπαντες
623b ἡδόμεσθά σοι.
Ἀλλαντοπώλης καὶ μὴν ἀκοῦσαί γʼ ἄξιον τῶν πραγμάτων.
625εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδʼ ἱέμην·
ὁ δʼ ἄρʼ ἔνδον ἐλασίβροντʼ ἀναρρηγνὺς ἔπη
τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων,
κρημνοὺς †ἐρείδων† καὶ ξυνωμότας λέγων
πιθανώταθʼ· ἡ βουλὴ δʼ ἅπασʼ ἀκροωμένη
630ἐγένεθʼ ὑπʼ αὐτοῦ ψευδατραφάξυος πλέα,
κἄβλεψε νᾶπυ καὶ τὰ μέτωπʼ ἀνέσπασεν.
κἄγωγʼ ὅτε δὴ ʼγνων ἐνδεχομένην τοὺς λόγους
καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην,
„ἄγε δὴ Σκίταλοι καὶ Φένακες,“ ἦν δʼ ἐγώ,
635‚Βερέσχεθοί τε καὶ Κόβαλοι καὶ Μόθων,
ἀγορά τʼ ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην ἐγώ,
νῦν μοι θράσος καὶ γλῶτταν εὔπορον δότε
φωνήν τʼ ἀναιδῆ.‘ ταῦτα φροντίζοντί μοι
ἐκ δεξιᾶς ἀπέπαρδε καταπύγων ἀνήρ.
640κἀγὼ προσέκυσα· κᾆτα τῷ πρωκτῷ θενὼν
τὴν κιγκλίδʼ ἐξήραξα κἀναχανὼν μέγα
ἀνέκραγον· ‚ὦ βουλὴ λόγους ἀγαθοὺς φέρων
εὐαγγελίσασθαι πρῶτον ὑμῖν βούλομαι·
ἐξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατερράγη,
645οὐπώποτʼ ἀφύας εἶδον ἀξιωτέρας.‘
τῶν δʼ εὐθέως τὰ πρόσωπα διεγαλήνισεν·
εἶτʼ ἐστεφάνουν μʼ εὐαγγέλια· κἀγὼ φρασα
αὐτοῖς ἀπόρρητον ποιησάμενος ταχύ,
ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ,
650τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια.
οἱ δʼ ἀνεκρότησαν καὶ πρὸς ἔμʼ ἐκεχήνεσαν.
ὁ δʼ ὑπονοήσας ὁ Παφλαγών, εἰδὼς ἄρα
οἶς ἥδεθʼ ἡ βουλὴ μάλιστα ῥήμασιν,
γνώμην ἔλεξεν· ‚ἄνδρες, ἤδη μοι δοκεῖ
655ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις
εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ.‘
ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν.
κἄγωγʼ ὅτε δὴ ʼγνων τοῖς βολίτοις ἡττημένος,
διακοσίαισι βουσὶν ὑπερηκόντισα,
660τῇ δʼ Ἀγροτέρᾳ κατὰ χιλιῶν παρῄνεσα
εὐχὴν ποιήσασθαι χιμάρων εἰς αὔριον,
αἱ τριχίδες εἰ γενοίαθʼ ἑκατὸν τοὐβολοῦ.
ἐκαραδόκησεν εἰς ἔμʼ ἡ βουλὴ πάλιν.
ὁ δὲ ταῦτʼ ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα.
665κᾆθʼ εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται.
οἱ δʼ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες·
ὁ δʼ ἠντεβόλει γʼ αὐτοὺς ὀλίγον μεῖναι χρόνον,
‚ἵνʼ ἅτθʼ ὁ κῆρυξ οὑκ Λακεδαίμονος λέγει
πύθησθʼ, ἀφῖκται γὰρ περὶ σπονδῶν,‘ λέγων.
670οἱ δʼ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον·
‚νυνὶ περὶ σπονδῶν; ἐπειδή γʼ ὦ μέλε
ᾔσθοντο τὰς ἀφύας παρʼ ἡμῖν ἀξίας.
οὐ δεόμεθα σπονδῶν· ὁ πόλεμος ἑρπέτω.‘
ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι·
675εἶθʼ ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ.
ἐγὼ δὲ τὰ κορίαννʼ ἐπριάμην ὑποδραμὼν
ἅπαντα τά τε γήτειʼ ὅσʼ ἦν ἐν τἀγορᾷ·
ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα
ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην.
680οἱ δʼ ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με
ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην
ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.
Χορός πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα·
ηὗρε δʼ ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαις
685μείζοσι κεκασμένον
καὶ δόλοισι ποικίλοις
ῥήμασίν θʼ αἱμύλοις.
ἀλλʼ ὅπως ἀγωνιεῖ φρόντιζε
τἀπίλοιπʼ ἄριστα·
690συμμάχους δʼ ἡμᾶς ἔχων εὔνους
690ἐπίστασαι πάλαι.
Ἀλλαντοπώλης καὶ μὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται,
ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν,
ὡς δὴ καταπιόμενός με. μορμὼ τοῦ θράσους.
Κλέων εἰ μή σʼ ἀπολέσαιμʼ, εἴ τι τῶν αὐτῶν ἐμοὶ
695ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῇ.
Ἀλλαντοπώλης ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις,
ἀπεπυδάρισα μόθωνα, περιεκόκκασα.
Κλέων οὔτοι μὰ τὴν Δήμητρʼ, ἐὰν μή σʼ ἐκφάγω
ἐκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι.
Ἀλλαντοπώλης 700ἣν μὴ κʼφάγῃς; ἐγὼ δέ γʼ, ἢν μή σʼ ἐκπίω
κἀπεκροφήσας αὐτὸς ἐπιδιαρραγῶ.
Κλέων ἀπολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ Πύλου.
Ἀλλαντοπώλης ἰδοὺ προεδρίαν· οἷον ὅψομαί σʼ ἐγὼ
ἐκ τῆς προεδρίας ἔσχατον θεώμενον.
Κλέων 705ἐν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανόν.
Ἀλλαντοπώλης ὡς ὀξύθυμος. φέρε τί σοι δῶ καταφαγεῖν;
ἐπὶ τῷ φάγοις ἥδιστʼ ἄν; ἐπὶ βαλλαντίῳ;
Κλέων ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα.
Ἀλλαντοπώλης ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία.
Κλέων 710ἕλξω σε πρὸς τὸν δῆμον, ἵνα δῷς μοι δίκην.
Ἀλλαντοπώλης κἀγὼ δέ σʼ ἕλξω καὶ διαβαλῶ πλείονα.
Κλέων ἀλλʼ ὦ πόνηρε σοὶ μὲν οὐδὲν πείθεται·
ἐγὼ δʼ ἐκείνου καταγελῶ γʼ ὅσον θέλω.
Ἀλλαντοπώλης ὡς σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας.
Κλέων 715ἐπίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται.
Ἀλλαντοπώλης κᾆθʼ ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς.
μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντίθης,
αὐτὸς δʼ ἐκείνου τριπλάσιον κατέσπακας.
Κλέων καὶ νὴ Δίʼ ὑπό γε δεξιότητος τῆς ἐμῆς
720δύναμαι ποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν.
Ἀλλαντοπώλης χὠ πρωκτὸς οὑμὸς τουτογὶ σοφίζεται.
Κλέων οὐκ ὦγάθʼ ἐν βουλῇ με δόξεις καθυβρίσαι.
ἴωμεν ἐς τὸν δῆμον. Ἀλλαντοπώλης οὐδὲν κωλύει·
ἰδοὺ βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω.
Κλέων 725ὦ Δῆμε δεῦρʼ ἔξελθε. Ἀλλαντοπώλης νὴ Δίʼ ὦ πάτερ
ἔξελθε δῆτʼ. Κλέων ὦ Δημίδιον ὦ φίλτατον
ἔξελθʼ, ἵνʼ εἰδῇς οἷα περιυβρίζομαι.
Δῆμος τίνες οἱ βοῶντες; οὐκ ἄπιτʼ ἀπὸ τῆς θύρας;
τὴν εἰρεσιώνην μου κατεσπαράξατε.
730τίς ὦ Παφλαγὼν ἀδικεῖ σε; Κλέων διὰ σὲ τύπτομαι
ὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων. Δῆμος τιή;
Κλέων ὁτιὴ φιλῶ σʼ ὦ Δῆμʼ ἐραστής τʼ εἰμὶ σός.
Δῆμος σὺ δʼ εἶ τίς ἐτεόν; Ἀλλαντοπώλης ἀντεραστὴς τουτουί,
ἐρῶν πάλαι σου βουλόμενός τέ σʼ εὖ ποιεῖν,
735ἄλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί.
ἀλλʼ οὐχ οἷοί τʼ ἐσμὲν διὰ τουτονί. σὺ γὰρ
ὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις·
τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει,
σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοις
740καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως.·
Κλέων εὖ γὰρ ποιῶ τὸν δῆμον. Ἀλλαντοπώλης εἰπέ νυν τί δρῶν;
Κλέων ὅ τι; †τῶν στρατηγῶν ὑποδραμὼν τῶν ἐκ Πύλου, †
πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον.
Ἀλλαντοπώλης 745ἐγὼ δὲ περιπατῶν γʼ ἀπʼ ἐργαστηρίου
745ἕψοντος ἑτερου τὴν χύτραν ὑφειλόμην.
Κλέων καὶ μὴν ποιήσας αὐτίκα μάλʼ ἐκκλησίαν
ὦ Δῆμʼ ἵνʼ εἰδῇς ὁπότερος νῷν ἐστί σοι
εὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς.
Ἀλλαντοπώλης ναὶ ναὶ διάκρινον δῆτα, πλὴν μὴ ʼν τῇ πυκνί.
Δῆμος 750οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ.
ἀλλʼ ἐς τὸ πρόσθε. χρὴ παρεῖνʼ ἐς τὴν πύκνα.
Ἀλλαντοπώλης οἴμοι κακοδαίμων ὡς ἀπόλωλʼ. ὁ γὰρ γέρων
οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος,
ὅταν δʼ ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας,
755κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας.