1 Aristoph. Lys. 1–253
Λυσιστράτη ἀλλʼ εἴ τις ἐς Βακχεῖον αὐτὰς ἐκάλεσεν,
ἢ ʼς Πανὸς ἢ ʼπὶ Κωλιάδʼ ἢ ʼς Γενετυλλίδος,
οὐδʼ ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.
νῦν δʼ οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή·
5πλὴν ἥ γʼ ἐμὴ κωμῆτις ἥδʼ ἐξέρχεται.
χαῖρʼ ὦ Καλονίκη. Καλονίκη καὶ σύ γʼ ὦ Λυσιστράτη.
τί συντετάραξαι; μὴ σκυθρώπαζʼ ὦ τέκνον.
οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς.
Λυσιστράτη ἀλλʼ ὦ Καλονίκη κάομαι τὴν καρδίαν,
10καὶ πόλλʼ ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι,
ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα
εἶναι πανοῦργοι – Καλονίκη καὶ γάρ ἐσμεν νὴ Δία.
Λυσιστράτη εἰρημένον δʼ αὐταῖς ἀπαντᾶν ἐνθάδε
βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,
15εὕδουσι κοὐχ ἥκουσιν. Καλονίκη ἀλλʼ ὦ φιλτάτη
ἥξουσι· χαλεπή τοι γυναικῶν ἔξοδος.
ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρʼ ἐκύπτασεν,
ἡ δʼ οἰκέτην ἤγειρεν, ἡ δὲ παιδίον
κατέκλινεν, ἡ δʼ ἔλουσεν, ἡ δʼ ἐψώμισεν.
Λυσιστράτη 20ἀλλʼ ἕτερά τἄρʼ ἦν τῶνδε προὐργιαίτερα
αὐταῖς. Καλονίκη τί δʼ ἐστὶν ὦ φίλη Λυσιστράτη,
ἐφʼ ὅ τι ποθʼ ἡμᾶς τὰς γυναῖκας συγκαλεῖς;
τί τὸ πρᾶγμα; πηλίκον τι; Λυσιστράτη μέγα. Καλονίκη μῶν καὶ παχύ;
Λυσιστράτη καὶ νὴ Δία παχύ. Καλονίκη κᾆτα πῶς οὐχ ἥκομεν;
Λυσιστράτη 25οὐχ οὗτος ὁ τρόπος· ταχὺ γὰρ ἂν ξυνήλθομεν.
ἀλλʼ ἔστιν ὑπʼ ἐμοῦ πρᾶγμʼ ἀνεζητημένον
πολλαῖσί τʼ ἀγρυπνίαισιν ἐρριπτασμένον.
Καλονίκη ἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον.
Λυσιστράτη οὕτω γε λεπτὸν ὥσθʼ ὅλης τῆς Ἑλλάδος
30ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία.
Καλονίκη ἐν ταῖς γυναιξίν; ἐπʼ ὀλίγου γʼ ὠχεῖτʼ ἄρα.
Λυσιστράτη ὡς ἔστʼ ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα,
ἢ μηκέτʼ εἶναι μήτε Πελοποννησίους –
Καλονίκη βέλτιστα τοίνυν μηκέτʼ εἶναι νὴ Δία.
Λυσιστράτη 35Βοιωτίους τε πάντας ἐξολωλέναι.
Καλονίκη μὴ δῆτα πάντας γʼ, ἀλλʼ ἄφελε τὰς ἐγχέλεις.
Λυσιστράτη περὶ τῶν Ἀθηνῶν δʼ οὐκ ἐπιγλωττήσομαι
τοιοῦτον οὐδέν· ἀλλʼ ὑπονόησον σύ μοι.
ἢν δὲ ξυνέλθωσʼ αἱ γυναῖκες ἐνθάδε
40αἵ τʼ ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων
ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα.
Καλονίκη τί δʼ ἂν γυναῖκες φρόνιμον ἐργασαίατο
ἢ λαμπρόν, αἳ καθήμεθʼ ἐξηνθισμέναι,
κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι
45καὶ Κιμμερίκʼ ὀρθοστάδια καὶ περιβαρίδας;
Λυσιστράτη ταῦτʼ αὐτὰ γάρ τοι κἄσθʼ ἃ σώσειν προσδοκῶ,
τὰ κροκωτίδια καὶ τὰ μύρα χαἰ περιβαρίδες
χἤγχουσα καὶ τὰ διαφανῆ χιτώνια.
Καλονίκη τίνα δὴ τρόπον ποθʼ; Λυσιστράτη ὥστε τῶν νῦν μηδένα
50ἀνδρῶν ἐπʼ ἀλλήλοισιν ἄρεσθαι δόρυ –
Καλονίκη κροκωτὸν ἄρα νὴ τὼ θεὼ ʼγὼ βάψομαι.
Λυσιστράτη μηδʼ ἀσπίδα λαβεῖν – Καλονίκη Κιμμερικὸν ἐνδύσομαι.
Λυσιστράτη μηδὲ ξιφίδιον. Καλονίκη κτήσομαι περιβαρίδας.
Λυσιστράτη ἆρʼ οὐ παρεῖναι τὰς γυναῖκας δῆτʼ ἐχρῆν;
Καλονίκη 55οὐ γὰρ μὰ Δίʼ ἀλλὰ πετομένας ἥκειν πάλαι.
Λυσιστράτη ἀλλʼ ὦ μέλʼ ὄψει τοι σφόδρʼ αὐτὰς Ἀττικάς,
ἅπαντα δρώσας τοῦ δέοντος ὕστερον.
ἀλλʼ οὐδὲ Παράλων οὐδεμία γυνὴ πάρα,
οὐδʼ ἐκ Σαλαμῖνος. Καλονίκη ἀλλʼ ἐκεῖναί γʼ οἶδʼ ὅτι
60ἐπὶ τῶν κελήτων διαβεβήκασʼ ὄρθριαι.
Λυσιστράτη οὐδʼ ἃς προσεδόκων κἀλογιζόμην ἐγὼ
πρώτας παρέσεσθαι δεῦρο τὰς Ἀχαρνέων
γυναῖκας, οὐχ ἥκουσιν. Καλονίκη ἡ γοῦν Θεογένους
ὡς δεῦρʼ ἰοῦσα θοὐκάταιον ἤρετο.
65ἀτὰρ αἵδε καὶ δή σοι προσέρχονταί τινες.
Λυσιστράτη αἱδί θʼ ἕτεραι χωροῦσί τινες. Καλονίκη ἰοὺ ἰού,
πόθεν εἰσίν; Λυσιστράτη Ἀναγυρουντόθεν. Καλονίκη νὴ τὸν Δία·
ὁ γοῦν ἀνάγυρός μοι κεκινῆσθαι δοκεῖ.
Μυρρίνη μῶν ὕστεραι πάρεσμεν ὦ Λυσιστράτη;
70τί φῄς; τί σιγᾷς; Λυσιστράτη οὔ σʼ ἐπαινῶ Μυρρίνη
ἥκουσαν ἄρτι περὶ τοιούτου πράγματος.
Μυρρίνη μόλις γὰρ ηὗρον ἐν σκότῳ τὸ ζώνιον.
ἀλλʼ εἴ τι πάνυ δεῖ, ταῖς παρούσαισιν λέγε.
Λυσιστράτη μὰ Δίʼ ἀλλʼ ἐπαναμείνωμεν ὀλίγου γʼ οὕνεκα
75τάς τʼ ἐκ Βοιωτῶν τάς τε Πελοποννησίων
γυναῖκας ἐλθεῖν. Μυρρίνη πολὺ σὺ κάλλιον λέγεις.
ἡδὶ δὲ καὶ δὴ Λαμπιτὼ προσέρχεται.
Λυσιστράτη ὦ φιλτάτη Λάκαινα χαῖρε Λαμπιτοῖ.
οἷον τὸ κάλλος γλυκυτάτη σου φαίνεται.
80ὡς δʼ εὐχροεῖς, ὡς δὲ σφριγᾷ τὸ σῶμά σου.
κἂν ταῦρον ἄγχοις. Λαμπιτώ μάλα γʼ οἰῶ ναὶ τὼ σιώ·
γυμνάδδομαι γὰρ καὶ ποτὶ πυγὰν ἅλλομαι.
Καλονίκη ὡς δὴ καλὸν τὸ χρῆμα τιτθίων ἔχεις.
Λαμπιτώ ᾇπερ ἱερεῖόν τοί μʼ ὑποψαλάσσετε.
Λυσιστράτη85 ἡδὶ δὲ ποδαπή ʼσθʼ ἡ νεᾶνις ἡτέρα;
Λαμπιτώ πρέσβειρά τοι ναὶ τὼ σιὼ Βοιωτία
ἵκει ποθʼ ὑμέ. Μυρρίνη νὴ μὰ Δία Βοιωτία,
καλόν γʼ ἔχουσα τὸ πεδίον. Καλονίκη καὶ νὴ Δία
κομψότατα τὴν βληχώ γε παρατετιλμένη.
Λυσιστράτη 90τίς δʼ ἡτέρα παῖς; Λαμπιτώ χαΐα ναὶ τὼ σιώ,
Κορινθία δʼ αὖ. Καλονίκη χαΐα νὴ τὸν Δία
δήλη ʼστὶν οὖσα ταυταγὶ τἀντευθενί.
Λαμπιτώ τίς δʼ αὖ ξυναλίαξε τόνδε τὸν στόλον
τὸν τᾶν γυναικῶν; Λυσιστράτη ἥδʼ ἐγώ. Λαμπιτώ μύσιδδέ τοι
95ὅ τι λῇς ποθʼ ἁμέ. Καλονίκη νὴ Δίʼ ὦ φίλη γύναι,
λέγε δῆτα τὸ σπουδαῖον ὅ τι τοῦτʼ ἐστί σοι.
Λυσιστράτη λέγοιμʼ ἂν ἤδη. πρὶν λέγειν δʼ, ὑμᾶς τοδὶ
ἐπερήσομαί τι μικρόν. Καλονίκη 100ὅ τι βούλει γε σύ.
Λυσιστράτη τοὺς πατέρας οὐ ποθεῖτε τοὺς τῶν παιδίων
100ἐπὶ στρατιᾶς ἀπόντας; εὖ γὰρ οἶδʼ ὅτι
πάσαισιν ὑμῖν ἐστιν ἀποδημῶν ἀνήρ.
Καλονίκη ὁ γοῦν ἐμὸς ἀνὴρ πέντε μῆνας ὦ τάλαν
ἄπεστιν ἐπὶ Θρᾴκης φυλάττων Εὐκράτη.
Μυρρίνη ὁ δʼ ἐμός γε τελέους ἑπτὰ μῆνας ἐν Πύλῳ.
Λαμπιτώ 105ὁ δʼ ἐμός γα καἴ κʼ ἐκ τᾶς ταγᾶς ἔλσῃ ποκά,
πορπακισάμενος φροῦδος ἀμπτάμενος ἔβα.
Λυσιστράτη ἀλλʼ οὐδὲ μοιχοῦ καταλέλειπται φεψάλυξ.
ἐξ οὗ γὰρ ἡμᾶς προὔδοσαν Μιλήσιοι,
οὐκ εἶδον οὐδʼ ὄλισβον ὀκτωδάκτυλον,
110ὃς ἦν ἂν ἡμῖν σκυτίνη ʼπικουρία.
ἐθέλοιτʼ ἂν οὖν, εἰ μηχανὴν εὕροιμʼ ἐγώ,
μετʼ ἐμοῦ καταλῦσαι τὸν πόλεμον; Καλονίκη νὴ τὼ θεώ·
ἔγωγʼ ἂν οὖν κἂν εἴ με χρείη τοὔγκυκλον
τουτὶ καταθεῖσαν ἐκπιεῖν αὐθημερόν.
Μυρρίνη115 ἐγὼ δέ γʼ ἂν κἂν ὡσπερεὶ ψῆτταν δοκῶ
δοῦναι ἂν ἐμαυτῆς παρατεμοῦσα θἤμισυ.
Λαμπιτώ ἐγὼ δὲ καί κα ποττὸ Ταΰγετόν γʼ ἄνω
ἔλσοιμʼ ὅπᾳ μέλλοιμί γʼ εἰράναν ἰδεῖν.
Λυσιστράτη λέγοιμʼ ἄν· οὐ δεῖ γὰρ κεκρύφθαι τὸν λόγον.
120ἡμῖν γὰρ ὦ γυναῖκες, εἴπερ μέλλομεν
ἀναγκάσειν τοὺς ἄνδρας εἰρήνην ἄγειν,
ἀφεκτέʼ ἐστὶ – Καλονίκη τοῦ; φράσον. Λυσιστράτη ποιήσετʼ οὖν;
Καλονίκη ποιήσομεν, κἂν ἀποθανεῖν ἡμᾶς δέῃ.
Λυσιστράτη ἀφεκτέα τοίνυν ἐστὶν ἡμῖν τοῦ πέους.
125τί μοι μεταστρέφεσθε; ποῖ βαδίζετε;
αὗται τί μοιμυᾶτε κἀνανεύετε;
τί χρὼς τέτραπται; τί δάκρυον κατείβεται;
ποιήσετʼ ἢ οὐ ποιήσετʼ; ἢ τί μέλλετε;
Καλονίκη οὐκ ἂν ποιήσαιμʼ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω.
Μυρρίνη 130μὰ Δίʼ οὐδʼ ἐγὼ γάρ, ἀλλʼ ὁ πόλεμος ἑρπέτω.
Λυσιστράτη ταυτὶ σὺ λέγεις ὦ ψῆττα; καὶ μὴν ἄρτι γε
ἔφησθα σαυτῆς κἂν παρατεμεῖν θἤμισυ.
Καλονίκη ἄλλʼ ἄλλʼ ὅ τι βούλει· κἄν με χρῇ διὰ τοῦ πυρὸς
ἐθέλω βαδίζειν· τοῦτο μᾶλλον τοῦ πέους.
135οὐδὲν γὰρ οἷον ὦ φίλη Λυσιστράτη.
Λυσιστράτη τί δαὶ σύ; Ἄλλη κἀγὼ βούλομαι διὰ τοῦ πυρός.
Λυσιστράτη ὦ παγκατάπυγον θἠμέτερον ἅπαν γένος,
οὐκ ἐτὸς ἀφʼ ἡμῶν εἰσιν αἱ τραγῳδίαι.
οὐδὲν γάρ ἐσμεν πλὴν Ποσειδῶν καὶ σκάφη.
140ἀλλʼ ὦ φίλη Λάκαινα, σὺ γὰρ ἐὰν γένῃ
μόνη μετʼ ἐμοῦ, τὸ πρᾶγμʼ ἀνασωσαίμεσθʼ ἔτʼ ἄν,
ξυμψήφισαί μοι. Λαμπιτώ χαλεπὰ μὲν ναὶ τὼ σιὼ
γυναῖκάς ἐσθʼ ὑπνῶν ἄνευ ψωλᾶς μόνας.
ὅμως γα μάν· δεῖ τᾶς γὰρ εἰράνας μάλʼ αὖ.
Λυσιστράτη 145ὦ φιλτάτη σὺ καὶ μόνη τούτων γυνή.
Καλονίκη εἰ δʼ ὡς μάλιστʼ ἀπεχοίμεθʼ οὗ σὺ δὴ λέγεις,
ὃ μὴ γένοιτο, μᾶλλον ἂν διὰ τουτογὶ
γένοιτʼ ἂν εἰρήνη; Λυσιστράτη πολύ γε νὴ τὼ θεώ.
εἰ γὰρ καθοίμεθʼ ἔνδον ἐντετριμμέναι,
150κἀν τοῖς χιτωνίοισι τοῖς Ἀμοργίνοις
γυμναὶ παρίοιμεν δέλτα παρατετιλμέναι,
στύοιντο δʼ ἅνδρες κἀπιθυμοῖεν σπλεκοῦν,
ἡμεῖς δὲ μὴ προσίοιμεν ἀλλʼ ἀπεχοίμεθα,
σπονδὰς ποιήσαιντʼ ἂν ταχέως, εὖ οἶδʼ ὅτι.
Λαμπιτώ 155ὁ γῶν Μενέλαος τᾶς Ἑλένας τὰ μᾶλά πᾳ
γυμνᾶς παραϊδὼν ἐξέβαλʼ, οἰῶ, τὸ ξίφος.
Καλονίκη τί δʼ ἢν ἀφιῶσʼ ἅνδρες ἡμᾶς ὦ μέλε;
Λυσιστράτη τὸ τοῦ Φερεκράτους, κύνα δέρειν δεδαρμένην.
Καλονίκη φλυαρία ταῦτʼ ἐστὶ τὰ μεμιμημένα.
160ἐὰν λαβόντες δʼ ἐς τὸ δωμάτιον βίᾳ
ἕλκωσιν ἡμᾶς; Λυσιστράτη ἀντέχου σὺ τῶν θυρῶν.
Καλονίκη ἐὰν δὲ τύπτωσιν; Λυσιστράτη παρέχειν χρὴ κακὰ κακῶς.
οὐ γὰρ ἔνι τούτοις ἡδονὴ τοῖς πρὸς βίαν.
κἄλλως ὀδυνᾶν χρή· κἀμέλει ταχέως πάνυ
165ἀπεροῦσιν. οὐ γὰρ οὐδέποτʼ εὐφρανθήσεται
ἀνήρ, ἐὰν μὴ τῇ γυναικὶ συμφέρῃ.
Καλονίκη εἴ τοι δοκεῖ σφῷν ταῦτα, χἠμῖν ξυνδοκεῖ.
Λαμπιτώ καὶ τὼς μὲν ἁμῶν ἄνδρας ἁμὲς πείσομες
παντᾷ δικαίως ἄδολον εἰράναν ἄγειν·
170τὸν τῶν Ἀσαναίων γα μὰν ῥυάχετον
πᾷ κά τις ἀμπείσειεν αὖ μὴ πλαδδιῆν;
Λυσιστράτη ἡμεῖς ἀμέλει σοι τά γε παρʼ ἡμῖν πείσομεν.
Λαμπιτώ οὐχ ἇς πόδας κʼ ἔχωντι ταὶ τριήρεες,
καὶ τὠργύριον τὤβυσσον ᾖ πὰρ τᾷ σιῷ.
Λυσιστράτη 175ἀλλʼ ἔστι καὶ τοῦτʼ εὖ παρεσκευασμένον·
καταληψόμεθα γὰρ τὴν ἀκρόπολιν τήμερον.
ταῖς πρεσβυτάταις γὰρ προστέτακται τοῦτο δρᾶν,
ἕως ἂν ἡμεῖς ταῦτα συντιθώμεθα,
θύειν δοκούσαις καταλαβεῖν τὴν ἀκρόπολιν.
Λαμπιτώ 180παντᾷ κʼ ἔχοι, καὶ τᾷδε γὰρ λέγεις καλῶς.
Λυσιστράτη τί δῆτα ταῦτʼ οὐχ ὡς τάχιστʼ ὦ Λαμπιτοῖ
ξυνωμόσαμεν, ὅπως ἂν ἀρρήκτως ἔχῃ;
Λαμπιτώ πάρφαινε μὰν τὸν ὅρκον, ὡς ὀμιόμεθα.
Λυσιστράτη καλῶς λέγεις. ποῦ ʼσθʼ ἡ Σκύθαινα; ποῖ βλέπεις;
185θὲς ἐς τὸ πρόσθεν ὑπτίαν τὴν ἀσπίδα,
καί μοι δότω τὰ τόμιά τις. Καλονίκη Λυσιστράτη
τίνʼ ὅρκον ὁρκώσεις ποθʼ ἡμᾶς; Λυσιστράτη ὅντινα;
εἰς ἀσπίδʼ, ὥσπερ φάσʼ ἐν Αἰσχύλῳ ποτέ,
μηλοσφαγούσας. Καλονίκη μὴ σύ γʼ ὦ Λυσιστράτη
190εἰς ἀσπίδʼ ὀμόσῃς μηδὲν εἰρήνης πέρι.
Λυσιστράτη τίς ἂν οὖν γένοιτʼ ἂν ὅρκος; Καλονίκη εἰ λευκόν ποθεν
ἵππον λαβοῦσαι τόμιον ἐντεμοίμεθα.
Λυσιστράτη ποῖ λευκὸν ἵππον; Καλονίκη 195ἀλλὰ πῶς ὀμούμεθα
ἡμεῖς; Λυσιστράτη ἐγώ σοι νὴ Δίʼ, ἢν βούλῃ, φράσω.
195θεῖσαι μέλαιναν κύλικα μεγάλην ὑπτίαν,
μηλοσφαγοῦσαι Θάσιον οἴνου σταμνίον
ὀμόσωμεν ἐς τὴν κύλικα μὴ ʼπιχεῖν ὕδωρ.
Λαμπιτώ φεῦ δᾶ τὸν ὅρκον ἄφατον ὡς ἐπαινίω.
Λυσιστράτη φερέτω κύλικά τις ἔνδοθεν καὶ σταμνίον.
Μυρρίνη 200ὦ φίλταται γυναῖκες, ὁ κεραμεὼν ὅσος.
Καλονίκη ταύτην μὲν ἄν τις εὐθὺς ἡσθείη λαβών.
Λυσιστράτη καταθεῖσα ταύτην προσλαβοῦ μοι τοῦ κάπρου.
δέσποινα Πειθοῖ καὶ κύλιξ φιλοτησία,
τὰ σφάγια δέξαι ταῖς γυναιξὶν εὐμενής.
Καλονίκη 205εὔχρων γε θαἶμα κἀποπυτίζει καλῶς.
Λαμπιτώ καὶ μὰν ποτόδδει γʼ ἁδὺ ναὶ τὸν Κάστορα.
Μυρρίνη ἐᾶτε πρώτην μʼ ὦ γυναῖκες ὀμνύναι.
Καλονίκη μὰ τὴν Ἀφροδίτην οὔκ, ἐάν γε μὴ λάχῃς.
Λυσιστράτη λάζυσθε πᾶσαι τῆς κύλικος ὦ Λαμπιτοῖ·
210λεγέτω δʼ ὑπὲρ ὑμῶν μίʼ ἅπερ ἂν κἀγὼ λέγω·
ὑμεῖς δʼ ἐπομεῖσθε ταὐτὰ κἀμπεδώσετε.
οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτʼ ἀνήρ –
Καλονίκη οὐκ ἔστιν οὐδεὶς οὔτε μοιχὸς οὔτʼ ἀνήρ –
Λυσιστράτη ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. λέγε.
Καλονίκη 215ὅστις πρὸς ἐμὲ πρόσεισιν ἐστυκώς. παπαῖ
ὑπολύεταί μου τὰ γόνατʼ ὦ Λυσιστράτη.
Λυσιστράτη οἴκοι δʼ ἀταυρώτη διάξω τὸν βίον –
Καλονίκη οἴκοι δʼ ἀταυρώτη διάξω τὸν βίον –
Λυσιστράτη κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη, –
Καλονίκη 220κροκωτοφοροῦσα καὶ κεκαλλωπισμένη, –
Λυσιστράτη ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου·
Καλονίκη ὅπως ἂν ἁνὴρ ἐπιτυφῇ μάλιστά μου·
Λυσιστράτη κοὐδέποθʼ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.
Καλονίκη κοὐδέποθʼ ἑκοῦσα τἀνδρὶ τὠμῷ πείσομαι.
Λυσιστράτη 225ἐὰν δέ μʼ ἄκουσαν βιάζηται βίᾳ, –
Καλονίκη ἐὰν δέ μʼ ἄκουσαν βιάζηται βίᾳ, –
Λυσιστράτη κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.
Καλονίκη κακῶς παρέξω κοὐχὶ προσκινήσομαι.
Λυσιστράτη οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.
Καλονίκη 230οὐ πρὸς τὸν ὄροφον ἀνατενῶ τὼ Περσικά.
Λυσιστράτη οὐ στήσομαι λέαινʼ ἐπὶ τυροκνήστιδος.
Καλονίκη οὐ στήσομαι λέαινʼ ἐπὶ τυροκνήστιδος.
Λυσιστράτη ταῦτʼ ἐμπεδοῦσα μὲν πίοιμʼ ἐντευθενί·
Καλονίκη ταῦτʼ ἐμπεδοῦσα μὲν πίοιμʼ ἐντευθενί·
Λυσιστράτη 235εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθʼ ἡ κύλιξ.
Καλονίκη εἰ δὲ παραβαίην, ὕδατος ἐμπλῇθʼ ἡ κύλιξ.
Λυσιστράτη συνεπόμνυθʼ ὑμεῖς ταῦτα πᾶσαι; Πᾶσαι νὴ Δία.
Λυσιστράτη φέρʼ ἐγὼ καθαγίσω τήνδε. Καλονίκη τὸ μέρος γʼ ὦ φίλη,
ὅπως ἂν ὦμεν εὐθὺς ἀλλήλων φίλαι.
Λαμπιτώ 240τίς ὡλολυγά; Λυσιστράτη τοῦτʼ ἐκεῖνʼ οὑγὼ ʼλεγον·
αἱ γὰρ γυναῖκες τὴν ἀκρόπολιν τῆς θεοῦ
ἤδη κατειλήφασιν. ἀλλʼ ὦ Λαμπιτοῖ
σὺ μὲν βάδιζε καὶ τὰ παρʼ ὑμῶν εὖ τίθει,
τασδὶ δʼ ὁμήρους κατάλιφʼ ἡμῖν ἐνθάδε·
245ἡμεῖς δὲ ταῖς ἄλλαισι ταῖσιν ἐν πόλει
ξυνεμβάλωμεν εἰσιοῦσαι τοὺς μοχλούς.
Καλονίκη οὔκουν ἐφʼ ἡμᾶς ξυμβοηθήσειν οἴει
τοὺς ἄνδρας εὐθύς; Λυσιστράτη ὀλίγον αὐτῶν μοι μέλει.
οὐ γὰρ τοσαύτας οὔτʼ ἀπειλὰς οὔτε πῦρ
250ἥξουσʼ ἔχοντες ὥστʼ ἀνοῖξαι τὰς πύλας
ταύτας, ἐὰν μὴ ʼφʼ οἷσιν ἡμεῖς εἴπομεν.
Καλονίκη μὰ τὴν Ἀφροδίτην οὐδέποτέ γʼ· ἄλλως γὰρ ἂν
ἄμαχοι γυναῖκες καὶ μιαραὶ κεκλῄμεθʼ ἄν.