8 Ἰλιάδος Θ Hom. Il. 8
Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπʼ αἶαν,
Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
αὐτὸς δέ σφʼ ἀγόρευε, θεοὶ δʼ ὑπὸ πάντες ἄκουον·
5»κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
μήτέ τις οὖν θήλεια θεὸς τό γε μήτέ τις ἄρσην
πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλʼ ἅμα πάντες
αἰνεῖτʼ, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.
10ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω
ἐλθόντʼ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι
πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπον δέ·
ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα
τῆλε μάλʼ, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,
15ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός,
τόσσον ἔνερθʼ Ἀΐδεω ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·
γνώσετʼ ἔπειθʼ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.
εἰ δʼ ἄγε πειρήσασθε θεοὶ ἵνα εἴδετε πάντες·
σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες
20πάντές τʼ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι·
ἀλλʼ οὐκ ἂν ἐρύσαιτʼ ἐξ οὐρανόθεν πεδίον δὲ
Ζῆνʼ ὕπατον μήστωρʼ, οὐδʼ εἰ μάλα πολλὰ κάμοιτε.
ἀλλʼ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,
αὐτῇ κεν γαίῃ ἐρύσαιμʼ αὐτῇ τε θαλάσσῃ·
25σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο
δησαίμην, τὰ δέ κʼ αὖτε μετήορα πάντα γένοιτο.
τόσσον ἐγὼ περί τʼ εἰμὶ θεῶν περί τʼ εἴμʼ ἀνθρώπων.«
ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.
30ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
»ὦ πάτερ ἡμέτερε Κρονίδη ὕπατε κρειόντων
εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·
ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
35ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ ὡς σὺ κελεύεις·
βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,
ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.«
τὴν δʼ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·
»θάρσει Τριτογένεια φίλον τέκος· οὔ νύ τι θυμῷ
40πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.«
ὣς εἰπὼν ὑπʼ ὄχεσφι τιτύσκετο χαλκόποδʼ ἵππω
ὠκυπέτα χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
χρυσὸν δʼ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δʼ ἱμάσθλην
χρυσείην εὔτυκτον, ἑοῦ δʼ ἐπεβήσετο δίφρου,
45μάστιξεν δʼ ἐλάαν· τὼ δʼ οὐκ ἀέκοντε πετέσθην
μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
Ἴδην δʼ ἵκανεν πολυπίδακα μητέρα θηρῶν
Γάργαρον, ἔνθά τέ οἱ τέμενος βωμός τε θυήεις.
ἔνθʼ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε
50λύσας ἐξ ὀχέων, κατὰ δʼ ἠέρα πουλὺν ἔχευεν.
αὐτὸς δʼ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων
εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.
οἳ δʼ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ
ῥίμφα κατὰ κλισίας, ἀπὸ δʼ αὐτοῦ θωρήσσοντο.
55Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο
παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι
χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.
πᾶσαι δʼ ὠΐγνυντο πύλαι, ἐκ δʼ ἔσσυτο λαός,
πεζοί θʼ ἱππῆές τε· πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
60οἳ δʼ ὅτε δή ῥʼ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο
σύν ῥʼ ἔβαλον ῥινούς, σὺν δʼ ἔγχεα καὶ μένεʼ ἀνδρῶν
χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
ἔπληντʼ ἀλλήλῃσι, πολὺς δʼ ὀρυμαγδὸς ὀρώρει.
ἔνθα δʼ ἅμʼ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
65ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δʼ αἵματι γαῖα.
ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.
ἦμος δʼ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·
70ἐν δʼ ἐτίθει δύο κῆρε τανηλεγέος θανάτοιο
Τρώων θʼ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
ἕλκε δὲ μέσσα λαβών· ῥέπε δʼ αἴσιμον ἦμαρ Ἀχαιῶν.
αἳ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ
ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·
75αὐτὸς δʼ ἐξ Ἴδης μεγάλʼ ἔκτυπε, δαιόμενον δὲ
ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἳ δὲ ἰδόντες
θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.
ἔνθʼ οὔτʼ Ἰδομενεὺς τλῆ μίμνειν οὔτʼ Ἀγαμέμνων,
οὔτε δύʼ Αἴαντες μενέτην θεράποντες Ἄρηος·
80Νέστωρ οἶος ἔμιμνε Γερήνιος οὖρος Ἀχαιῶν
οὔ τι ἑκών, ἀλλʼ ἵππος ἐτείρετο, τὸν βάλεν ἰῷ
δῖος Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο
ἄκρην κὰκ κορυφήν, ὅθι τε πρῶται τρίχες ἵππων
κρανίῳ ἐμπεφύασι, μάλιστα δὲ καίριόν ἐστιν.
85ἀλγήσας δʼ ἀνέπαλτο, βέλος δʼ εἰς ἐγκέφαλον δῦ,
σὺν δʼ ἵππους ἐτάραξε κυλινδόμενος περὶ χαλκῷ.
ὄφρʼ ὁ γέρων ἵπποιο παρηορίας ἀπέταμνε
φασγάνῳ ἀΐσσων, τόφρʼ Ἕκτορος ὠκέες ἵπποι
ἦλθον ἀνʼ ἰωχμὸν θρασὺν ἡνίοχον φορέοντες
90Ἕκτορα· καί νύ κεν ἔνθʼ ὁ γέρων ἀπὸ θυμὸν ὄλεσσεν
εἰ μὴ ἄρʼ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης·
σμερδαλέον δʼ ἐβόησεν ἐποτρύνων Ὀδυσῆα·
»διογενὲς Λαερτιάδη πολυμήχανʼ Ὀδυσσεῦ
πῇ φεύγεις μετὰ νῶτα βαλὼν κακὸς ὣς ἐν ὁμίλῳ;
95μή τίς τοι φεύγοντι μεταφρένῳ ἐν δόρυ πήξῃ·
ἀλλὰ μένʼ ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα.«
ὣς ἔφατʼ, οὐδʼ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς,
ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν.
Τυδεΐδης δʼ αὐτός περ ἐὼν προμάχοισιν ἐμίχθη,
100στῆ δὲ πρόσθʼ ἵππων Νηληϊάδαο γέροντος,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
»ὦ γέρον ἦ μάλα δή σε νέοι τείρουσι μαχηταί,
σὴ δὲ βίη λέλυται, χαλεπὸν δέ σε γῆρας ὀπάζει,
ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι.
105ἀλλʼ ἄγʼ ἐμῶν ὀχέων ἐπιβήσεο, ὄφρα ἴδηαι
οἷοι Τρώϊοι ἵπποι ἐπιστάμενοι πεδίοιο
κραιπνὰ μάλʼ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι,
οὕς ποτʼ ἀπʼ Αἰνείαν ἑλόμην μήστωρε φόβοιο.
τούτω μὲν θεράποντε κομείτων, τώδε δὲ νῶϊ
110Τρωσὶν ἐφʼ ἱπποδάμοις ἰθύνομεν, ὄφρα καὶ Ἕκτωρ
εἴσεται εἰ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν.«
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε Γερήνιος ἱππότα Νέστωρ.
Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην
ἴφθιμοι Σθένελός τε καὶ Εὐρυμέδων ἀγαπήνωρ.
115τὼ δʼ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην·
Νέστωρ δʼ ἐν χείρεσσι λάβʼ ἡνία σιγαλόεντα,
μάστιξεν δʼ ἵππους· τάχα δʼ Ἕκτορος ἄγχι γένοντο.
τοῦ δʼ ἰθὺς μεμαῶτος ἀκόντισε Τυδέος υἱός·
καὶ τοῦ μέν ῥʼ ἀφάμαρτεν, ὃ δʼ ἡνίοχον θεράποντα
120υἱὸν ὑπερθύμου Θηβαίου Ἠνιοπῆα
ἵππων ἡνίʼ ἔχοντα βάλε στῆθος παρὰ μαζόν.
ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
125τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου
κεῖσθαι, ὃ δʼ ἡνίοχον μέθεπε θρασύν· οὐδʼ ἄρʼ ἔτι δὴν
ἵππω δευέσθην σημάντορος· αἶψα γὰρ εὗρεν
Ἰφιτίδην Ἀρχεπτόλεμον θρασύν, ὅν ῥα τόθʼ ἵππων
ὠκυπόδων ἐπέβησε, δίδου δέ οἱ ἡνία χερσίν.
130ἔνθά κε λοιγὸς ἔην καὶ ἀμήχανα ἔργα γένοντο,
καί νύ κε σήκασθεν κατὰ Ἴλιον ἠΰτε ἄρνες,
εἰ μὴ ἄρʼ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε·
βροντήσας δʼ ἄρα δεινὸν ἀφῆκʼ ἀργῆτα κεραυνόν,
κὰδ δὲ πρόσθʼ ἵππων Διομήδεος ἧκε χαμᾶζε·
135δεινὴ δὲ φλὸξ ὦρτο θεείου καιομένοιο,
τὼ δʼ ἵππω δείσαντε καταπτήτην ὑπʼ ὄχεσφι·
Νέστορα δʼ ἐκ χειρῶν φύγον ἡνία σιγαλόεντα,
δεῖσε δʼ ὅ γʼ ἐν θυμῷ, Διομήδεα δὲ προσέειπε·
»Τυδεΐδη ἄγε δʼ αὖτε φόβον δʼ ἔχε μώνυχας ἵππους.
140ἦ οὐ γιγνώσκεις ὅ τοι ἐκ Διὸς οὐχ ἕπετʼ ἀλκή;
νῦν μὲν γὰρ τούτῳ Κρονίδης Ζεὺς κῦδος ὀπάζει
σήμερον· ὕστερον αὖτε καὶ ἡμῖν, αἴ κʼ ἐθέλῃσι,
δώσει· ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο
οὐδὲ μάλʼ ἴφθιμος, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστι.«
145τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης·
»ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·
ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει·
Ἕκτωρ γάρ ποτε φήσει ἐνὶ Τρώεσσʼ ἀγορεύων·
Τυδεΐδης ὑπʼ ἐμεῖο φοβεύμενος ἵκετο νῆας.
150ὥς ποτʼ ἀπειλήσει· τότε μοι χάνοι εὐρεῖα χθών.«
τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
»ὤ μοι Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες.
εἴ περ γάρ σʼ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει,
ἀλλʼ οὐ πείσονται Τρῶες καὶ Δαρδανίωνες
155καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων,
τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας.«
ὣς ἄρα φωνήσας φύγαδε τράπε μώνυχας ἵππους
αὖτις ἀνʼ ἰωχμόν· ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ
ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο.
160τῷ δʼ ἐπὶ μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ·
»Τυδεΐδη περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι
ἕδρῃ τε κρέασίν τε ἰδὲ πλείοις δεπάεσσι·
νῦν δέ σʼ ἀτιμήσουσι· γυναικὸς ἄρʼ ἀντὶ τέτυξο.
ἔρρε κακὴ γλήνη, ἐπεὶ οὐκ εἴξαντος ἐμεῖο
165πύργων ἡμετέρων ἐπιβήσεαι, οὐδὲ γυναῖκας
ἄξεις ἐν νήεσσι· πάρος τοι δαίμονα δώσω.«
ὣς φάτο, Τυδεΐδης δὲ διάνδιχα μερμήριξεν
ἵππους τε στρέψαι καὶ ἐναντίβιον μαχέσασθαι.
τρὶς μὲν μερμήριξε κατὰ φρένα καὶ κατὰ θυμόν,
170τρὶς δʼ ἄρʼ ἀπʼ Ἰδαίων ὀρέων κτύπε μητίετα Ζεὺς
σῆμα τιθεὶς Τρώεσσι μάχης ἑτεραλκέα νίκην.
Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας·
»Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ
ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.
175γιγνώσκω δʼ ὅτι μοι πρόφρων κατένευσε Κρονίων
νίκην καὶ μέγα κῦδος, ἀτὰρ Δαναοῖσί γε πῆμα·
νήπιοι οἳ ἄρα δὴ τάδε τείχεα μηχανόωντο
ἀβλήχρʼ οὐδενόσωρα· τὰ δʼ οὐ μένος ἁμὸν ἐρύξει·
ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν.
180ἀλλʼ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι,
μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω,
ὡς πυρὶ νῆας ἐνιπρήσω, κτείνω δὲ καὶ αὐτοὺς
Ἀργείους παρὰ νηυσὶν ἀτυζομένους ὑπὸ καπνοῦ.«
ὣς εἰπὼν ἵπποισιν ἐκέκλετο φώνησέν τε·
185»Ξάνθέ τε καὶ σὺ Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε
νῦν μοι τὴν κομιδὴν ἀποτίνετον, ἣν μάλα πολλὴν
Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος
ὑμῖν πὰρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν
οἶνόν τʼ ἐγκεράσασα πιεῖν, ὅτε θυμὸς ἀνώγοι,
190ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι.
ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον ὄφρα λάβωμεν
ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει
πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν,
αὐτὰρ ἀπʼ ὤμοιιν Διομήδεος ἱπποδάμοιο
195δαιδάλεον θώρηκα, τὸν Ἥφαιστος κάμε τεύχων.
εἰ τούτω κε λάβοιμεν, ἐελποίμην κεν Ἀχαιοὺς
αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων.«
ὣς ἔφατʼ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη,
σείσατο δʼ εἰνὶ θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον,
200καί ῥα Ποσειδάωνα μέγαν θεὸν ἀντίον ηὔδα·
»ὢ πόποι ἐννοσίγαιʼ εὐρυσθενές, οὐδέ νυ σοί περ
ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός.
οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρʼ ἀνάγουσι
πολλά τε καὶ χαρίεντα· σὺ δέ σφισι βούλεο νίκην.
205εἴ περ γάρ κʼ ἐθέλοιμεν, ὅσοι Δαναοῖσιν ἀρωγοί,
Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν,
αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος οἶος ἐν Ἴδῃ.«
τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων·
»Ἥρη ἀπτοεπὲς ποῖον τὸν μῦθον ἔειπες.
210οὐκ ἂν ἔγωγʼ ἐθέλοιμι Διὶ Κρονίωνι μάχεσθαι
ἡμέας τοὺς ἄλλους, ἐπεὶ ἦ πολὺ φέρτερός ἐστιν.«
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε
πλῆθεν ὁμῶς ἵππων τε καὶ ἀνδρῶν ἀσπιστάων
215εἰλομένων· εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
Ἕκτωρ Πριαμίδης, ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε.
καί νύ κʼ ἐνέπρησεν πυρὶ κηλέῳ νῆας ἐΐσας,
εἰ μὴ ἐπὶ φρεσὶ θῆκʼ Ἀγαμέμνονι πότνια Ἥρη
αὐτῷ ποιπνύσαντι θοῶς ὀτρῦναι Ἀχαιούς.
220βῆ δʼ ἰέναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν
πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ,
στῆ δʼ ἐπʼ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ,
ἥ ῥʼ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε,
ἠμὲν ἐπʼ Αἴαντος κλισίας Τελαμωνιάδαο
225ἠδʼ ἐπʼ Ἀχιλλῆος, τοί ῥʼ ἔσχατα νῆας ἐΐσας
εἴρυσαν, ἠνορέῃ πίσυνοι καὶ κάρτεϊ χειρῶν·
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
»αἰδὼς Ἀργεῖοι, κάκʼ ἐλέγχεα, εἶδος ἀγητοί·
πῇ ἔβαν εὐχωλαί, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,
230ἃς ὁπότʼ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε,
ἔσθοντες κρέα πολλὰ βοῶν ὀρθοκραιράων
πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο,
Τρώων ἄνθʼ ἑκατόν τε διηκοσίων τε ἕκαστος
στήσεσθʼ ἐν πολέμῳ· νῦν δʼ οὐδʼ ἑνὸς ἄξιοί εἰμεν
235Ἕκτορος, ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ.
Ζεῦ πάτερ, ἦ ῥά τινʼ ἤδη ὑπερμενέων βασιλήων
τῇδʼ ἄτῃ ἄασας καί μιν μέγα κῦδος ἀπηύρας;
οὐ μὲν δή ποτέ φημι τεὸν περικαλλέα βωμὸν
νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων,
240ἀλλʼ ἐπὶ πᾶσι βοῶν δημὸν καὶ μηρίʼ ἔκηα
ἱέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι.
ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ·
αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι,
μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.«
245ὣς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα,
νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι οὐδʼ ἀπολέσθαι.
αὐτίκα δʼ αἰετὸν ἧκε τελειότατον πετεηνῶν,
νεβρὸν ἔχοντʼ ὀνύχεσσι τέκος ἐλάφοιο ταχείης·
πὰρ δὲ Διὸς βωμῷ περικαλλέϊ κάββαλε νεβρόν,
250ἔνθα πανομφαίῳ Ζηνὶ ῥέζεσκον Ἀχαιοί.
οἳ δʼ ὡς οὖν εἴδονθʼ ὅ τʼ ἄρʼ ἐκ Διὸς ἤλυθεν ὄρνις,
μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.
ἔνθʼ οὔ τις πρότερος Δαναῶν πολλῶν περ ἐόντων
εὔξατο Τυδεΐδαο πάρος σχέμεν ὠκέας ἵππους
255τάφρου τʼ ἐξελάσαι καὶ ἐναντίβιον μαχέσασθαι,
ἀλλὰ πολὺ πρῶτος Τρώων ἕλεν ἄνδρα κορυστὴν
Φραδμονίδην Ἀγέλαον· ὃ μὲν φύγαδʼ ἔτραπεν ἵππους·
τῷ δὲ μεταστρεφθέντι μεταφρένῳ ἐν δόρυ πῆξεν
ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν·
260ἤριπε δʼ ἐξ ὀχέων, ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ.
τὸν δὲ μετʼ Ἀτρεΐδαι Ἀγαμέμνων καὶ Μενέλαος,
τοῖσι δʼ ἐπʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκήν,
τοῖσι δʼ ἐπʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ,
265τοῖσι δʼ ἐπʼ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
Τεῦκρος δʼ εἴνατος ἦλθε παλίντονα τόξα τιταίνων,
στῆ δʼ ἄρʼ ὑπʼ Αἴαντος σάκεϊ Τελαμωνιάδαο.
ἔνθʼ Αἴας μὲν ὑπεξέφερεν σάκος· αὐτὰρ ὅ γʼ ἥρως
παπτήνας, ἐπεὶ ἄρ τινʼ ὀϊστεύσας ἐν ὁμίλῳ
270βεβλήκοι, ὃ μὲν αὖθι πεσὼν ἀπὸ θυμὸν ὄλεσσεν,
αὐτὰρ ὃ αὖτις ἰὼν πάϊς ὣς ὑπὸ μητέρα δύσκεν
εἰς Αἴανθʼ· ὃ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ.
ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων;
Ὀρσίλοχον μὲν πρῶτα καὶ Ὄρμενον ἠδʼ Ὀφελέστην
275Δαίτορά τε Χρομίον τε καὶ ἀντίθεον Λυκοφόντην
καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον,
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
τόξου ἄπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας·
280στῆ δὲ παρʼ αὐτὸν ἰὼν καί μιν πρὸς μῦθον ἔειπε·
»Τεῦκρε φίλη κεφαλή, Τελαμώνιε κοίρανε λαῶν
βάλλʼ οὕτως, αἴ κέν τι φόως Δαναοῖσι γένηαι
πατρί τε σῷ Τελαμῶνι, ὅ σʼ ἔτρεφε τυτθὸν ἐόντα,
καί σε νόθον περ ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ·
285τὸν καὶ τηλόθʼ ἐόντα ἐϋκλείης ἐπίβησον.
σοὶ δʼ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται·
αἴ κέν μοι δώῃ Ζεύς τʼ αἰγίοχος καὶ Ἀθήνη
Ἰλίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον,
πρώτῳ τοι μετʼ ἐμὲ πρεσβήϊον ἐν χερὶ θήσω,
290ἢ τρίποδʼ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν
ἠὲ γυναῖχʼ, ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι.«
τὸν δʼ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων·
»Ἀτρεΐδη κύδιστε τί με σπεύδοντα καὶ αὐτὸν
ὀτρύνεις; οὐ μέν τοι ὅση δύναμίς γε πάρεστι
295παύομαι, ἀλλʼ ἐξ οὗ προτὶ Ἴλιον ὠσάμεθʼ αὐτοὺς
ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω.
ὀκτὼ δὴ προέηκα τανυγλώχινας ὀϊστούς,
πάντες δʼ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν·
τοῦτον δʼ οὐ δύναμαι βαλέειν κύνα λυσσητῆρα.«
300ἦ ῥα καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός·
καὶ τοῦ μέν ῥʼ ἀφάμαρθʼ, ὃ δʼ ἀμύμονα Γοργυθίωνα
υἱὸν ἐῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰῷ,
τόν ῥʼ ἐξ Αἰσύμηθεν ὀπυιομένη τέκε μήτηρ
305καλὴ Καστιάνειρα δέμας ἐϊκυῖα θεῇσι.
μήκων δʼ ὡς ἑτέρωσε κάρη βάλεν, ἥ τʼ ἐνὶ κήπῳ
καρπῷ βριθομένη νοτίῃσί τε εἰαρινῇσιν,
ὣς ἑτέρωσʼ ἤμυσε κάρη πήληκι βαρυνθέν.
Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴαλλεν
310Ἕκτορος ἀντικρύ, βαλέειν δέ ἑ ἵετο θυμός.
ἀλλʼ ὅ γε καὶ τόθʼ ἅμαρτε· παρέσφηλεν γὰρ Ἀπόλλων·
ἀλλʼ Ἀρχεπτόλεμον θρασὺν Ἕκτορος ἡνιοχῆα
ἱέμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν·
ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
315ὠκύποδες· τοῦ δʼ αὖθι λύθη ψυχή τε μένος τε.
Ἕκτορα δʼ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο·
τὸν μὲν ἔπειτʼ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου,
Κεβριόνην δʼ ἐκέλευσεν ἀδελφεὸν ἐγγὺς ἐόντα
ἵππων ἡνίʼ ἑλεῖν· ὃ δʼ ἄρʼ οὐκ ἀπίθησεν ἀκούσας.
320αὐτὸς δʼ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος
σμερδαλέα ἰάχων· ὃ δὲ χερμάδιον λάβε χειρί,
βῆ δʼ ἰθὺς Τεύκρου, βαλέειν δέ ἑ θυμὸς ἀνώγει.
ἤτοι ὃ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστόν,
θῆκε δʼ ἐπὶ νευρῇ· τὸν δʼ αὖ κορυθαίολος Ἕκτωρ
325αὐερύοντα παρʼ ὦμον, ὅθι κληῒς ἀποέργει
αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριόν ἐστι,
τῇ ῥʼ ἐπὶ οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι,
ῥῆξε δέ οἱ νευρήν· νάρκησε δὲ χεὶρ ἐπὶ καρπῷ,
στῆ δὲ γνὺξ ἐριπών, τόξον δέ οἱ ἔκπεσε χειρός.
330Αἴας δʼ οὐκ ἀμέλησε κασιγνήτοιο πεσόντος,
ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε.
τὸν μὲν ἔπειθʼ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ
νῆας ἔπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα.
335ἂψ δʼ αὖτις Τρώεσσιν Ὀλύμπιος ἐν μένος ὦρσεν·
οἳ δʼ ἰθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιούς·
Ἕκτωρ δʼ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων.
ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου ἠὲ λέοντος
ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων
340ἰσχία τε γλουτούς τε, ἑλισσόμενόν τε δοκεύει,
ὣς Ἕκτωρ ὤπαζε κάρη κομόωντας Ἀχαιούς,
αἰὲν ἀποκτείνων τὸν ὀπίστατον· οἳ δὲ φέβοντο.
αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
φεύγοντες, πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσίν,
345οἳ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·
Ἕκτωρ δʼ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους
Γοργοῦς ὄμματʼ ἔχων ἠδὲ βροτολοιγοῦ Ἄρηος.
350τοὺς δὲ ἰδοῦσʼ ἐλέησε θεὰ λευκώλενος Ἥρη,
αἶψα δʼ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
»ὢ πόποι αἰγιόχοιο Διὸς τέκος οὐκέτι νῶϊ
ὀλλυμένων Δαναῶν κεκαδησόμεθʼ ὑστάτιόν περ;
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται
355ἀνδρὸς ἑνὸς ῥιπῇ, ὃ δὲ μαίνεται οὐκέτʼ ἀνεκτῶς
Ἕκτωρ Πριαμίδης, καὶ δὴ κακὰ πολλὰ ἔοργε.«
τὴν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·
»καὶ λίην οὗτός γε μένος θυμόν τʼ ὀλέσειε
χερσὶν ὑπʼ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ·
360ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ ἀγαθῇσι
σχέτλιος, αἰὲν ἀλιτρός, ἐμῶν μενέων ἀπερωεύς·
οὐδέ τι τῶν μέμνηται, ὅ οἱ μάλα πολλάκις υἱὸν
τειρόμενον σώεσκον ὑπʼ Εὐρυσθῆος ἀέθλων.
ἤτοι ὃ μὲν κλαίεσκε πρὸς οὐρανόν, αὐτὰρ ἐμὲ Ζεὺς
365τῷ ἐπαλεξήσουσαν ἀπʼ οὐρανόθεν προΐαλλεν.
εἰ γὰρ ἐγὼ τάδε ᾔδεʼ ἐνὶ φρεσὶ πευκαλίμῃσιν
εὖτέ μιν εἰς Ἀΐδαο πυλάρταο προὔπεμψεν
ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο,
οὐκ ἂν ὑπεξέφυγε Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα.
370νῦν δʼ ἐμὲ μὲν στυγέει, Θέτιδος δʼ ἐξήνυσε βουλάς,
ἥ οἱ γούνατʼ ἔκυσσε καὶ ἔλλαβε χειρὶ γενείου,
λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
ἔσται μὰν ὅτʼ ἂν αὖτε φίλην γλαυκώπιδα εἴπῃ.
ἀλλὰ σὺ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵππους,
375ὄφρʼ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο
τεύχεσιν ἐς πόλεμον θωρήξομαι, ὄφρα ἴδωμαι
ἢ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ
γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας,
ἦ τις καὶ Τρώων κορέει κύνας ἠδʼ οἰωνοὺς
380δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπὶ νηυσὶν Ἀχαιῶν.«
ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη.
ἣ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵππους
Ἥρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο·
αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο
385πέπλον μὲν κατέχευεν ἑανὸν πατρὸς ἐπʼ οὔδει
ποικίλον, ὅν ῥʼ αὐτὴ ποιήσατο καὶ κάμε χερσίν,
ἣ δὲ χιτῶνʼ ἐνδῦσα Διὸς νεφεληγερέταο
τεύχεσιν ἐς πόλεμον θωρήσσετο δακρυόεντα.
ἐς δʼ ὄχεα φλόγεα ποσὶ βήσετο, λάζετο δʼ ἔγχος
390βριθὺ μέγα στιβαρόν, τῷ δάμνησι στίχας ἀνδρῶν
ἡρώων, τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετʼ ἄρʼ ἵππους·
αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ ἃς ἔχον Ὧραι,
τῇς ἐπιτέτραπται μέγας οὐρανὸς Οὔλυμπός τε
395ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδʼ ἐπιθεῖναι.
τῇ ῥα διʼ αὐτάων κεντρηνεκέας ἔχον ἵππους.
Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐπεὶ ἴδε χώσατʼ ἄρʼ αἰνῶς,
Ἶριν δʼ ὄτρυνε χρυσόπτερον ἀγγελέουσαν·
»βάσκʼ ἴθι Ἶρι ταχεῖα, πάλιν τρέπε μηδʼ ἔα ἄντην
400ἔρχεσθʼ· οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δέ.
ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·
γυιώσω μέν σφωϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
αὐτὰς δʼ ἐκ δίφρου βαλέω κατά θʼ ἅρματα ἄξω·
οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
405ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·
ὄφρα ἰδῇ γλαυκῶπις ὅτʼ ἂν ᾧ πατρὶ μάχηται.
Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι·
αἰεὶ γάρ μοι ἔωθεν ἐνικλᾶν ὅττί κεν εἴπω.«
ὣς ἔφατʼ, ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
410βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο
ἀντομένη κατέρυκε, Διὸς δέ σφʼ ἔννεπε μῦθον·
»πῇ μέματον; τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ἦτορ;
οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν.
415ὧδε γὰρ ἠπείλησε Κρόνου πάϊς, ᾗ τελέει περ,
γυιώσειν μὲν σφῶϊν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
αὐτὰς δʼ ἐκ δίφρου βαλέειν κατά θʼ ἅρματα ἄξειν·
οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς
ἕλκεʼ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός·
420ὄφρα ἰδῇς γλαυκῶπι ὅτʼ ἂν σῷ πατρὶ μάχηαι.
Ἥρῃ δʼ οὔ τι τόσον νεμεσίζεται οὐδὲ χολοῦται·
αἰεὶ γάρ οἱ ἔωθεν ἐνικλᾶν ὅττι κεν εἴπῃ·
ἀλλὰ σύ γʼ αἰνοτάτη κύον ἀδεὲς εἰ ἐτεόν γε
τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι.«
425ἣ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πόδας ὠκέα Ἶρις,
αὐτὰρ Ἀθηναίην Ἥρη πρὸς μῦθον ἔειπεν·
»ὢ πόποι αἰγιόχοιο Διὸς τέκος, οὐκέτʼ ἔγωγε
νῶϊ ἐῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν·
τῶν ἄλλος μὲν ἀποφθίσθω, ἄλλος δὲ βιώτω,
430ὅς κε τύχῃ· κεῖνος δὲ τὰ ἃ φρονέων ἐνὶ θυμῷ
Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω, ὡς ἐπιεικές.«
ὣς ἄρα φωνήσασα πάλιν τρέπε μώνυχας ἵππους·
τῇσιν δʼ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵππους,
καὶ τοὺς μὲν κατέδησαν ἐπʼ ἀμβροσίῃσι κάπῃσιν,
435ἅρματα δʼ ἔκλιναν πρὸς ἐνώπια παμφανόωντα·
αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζον
μίγδʼ ἄλλοισι θεοῖσι, φίλον τετιημέναι ἦτορ.
Ζεὺς δὲ πατὴρ Ἴδηθεν ἐΰτροχον ἅρμα καὶ ἵππους
Οὔλυμπον δὲ δίωκε, θεῶν δʼ ἐξίκετο θώκους.
440τῷ δὲ καὶ ἵππους μὲν λῦσε κλυτὸς ἐννοσίγαιος,
ἅρματα δʼ ἂμ βωμοῖσι τίθει κατὰ λῖτα πετάσσας·
αὐτὸς δὲ χρύσειον ἐπὶ θρόνον εὐρύοπα Ζεὺς
ἕζετο, τῷ δʼ ὑπὸ ποσσὶ μέγας πελεμίζετʼ Ὄλυμπος.
αἳ δʼ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη
445ἥσθην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·
αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·
»τίφθʼ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη;
οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ
ὀλλῦσαι Τρῶας, τοῖσιν κότον αἰνὸν ἔθεσθε.
450πάντως, οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι,
οὐκ ἄν με τρέψειαν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ.
σφῶϊν δὲ πρίν περ τρόμος ἔλλαβε φαίδιμα γυῖα
πρὶν πόλεμόν τε ἰδεῖν πολέμοιό τε μέρμερα ἔργα.
ὧδε γὰρ ἐξερέω, τὸ δέ κεν τετελεσμένον ἦεν·
455οὐκ ἂν ἐφʼ ὑμετέρων ὀχέων πληγέντε κεραυνῷ
ἂψ ἐς Ὄλυμπον ἵκεσθον, ἵνʼ ἀθανάτων ἕδος ἐστίν.«
ὣς ἔφαθʼ, αἳ δʼ ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη·
πλησίαι αἵ γʼ ἥσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην.
ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι εἶπε
460σκυζομένη Διὶ πατρί, χόλος δέ μιν ἄγριος ᾕρει·
Ἥρῃ δʼ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα·
»αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἀλαπαδνόν·
ἀλλʼ ἔμπης Δαναῶν ὀλοφυρόμεθʼ αἰχμητάων,
465οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
ἀλλʼ ἤτοι πολέμου μὲν ἀφεξόμεθʼ, εἰ σὺ κελεύεις·
βουλὴν δʼ Ἀργείοις ὑποθησόμεθʼ ἥ τις ὀνήσει,
ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.«
τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
470»ἠοῦς δὴ καὶ μᾶλλον ὑπερμενέα Κρονίωνα
ὄψεαι, αἴ κʼ ἐθέλῃσθα, βοῶπις πότνια Ἥρη
ὀλλύντʼ Ἀργείων πουλὺν στρατὸν αἰχμητάων·
οὐ γὰρ πρὶν πολέμου ἀποπαύσεται ὄβριμος Ἕκτωρ
πρὶν ὄρθαι παρὰ ναῦφι ποδώκεα Πηλεΐωνα,
475ἤματι τῷ ὅτʼ ἂν οἳ μὲν ἐπὶ πρύμνῃσι μάχωνται
στείνει ἐν αἰνοτάτῳ περὶ Πατρόκλοιο θανόντος·
ὣς γὰρ θέσφατόν ἐστι· σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω
χωομένης, οὐδʼ εἴ κε τὰ νείατα πείραθʼ ἵκηαι
γαίης καὶ πόντοιο, ἵνʼ Ἰάπετός τε Κρόνος τε
480ἥμενοι οὔτʼ αὐγῇς Ὑπερίονος Ἠελίοιο
τέρποντʼ οὔτʼ ἀνέμοισι, βαθὺς δέ τε Τάρταρος ἀμφίς·
οὐδʼ ἢν ἔνθʼ ἀφίκηαι ἀλωμένη, οὔ σευ ἔγωγε
σκυζομένης ἀλέγω, ἐπεὶ οὐ σέο κύντερον ἄλλο.«
ὣς φάτο, τὸν δʼ οὔ τι προσέφη λευκώλενος Ἥρη.
485ἐν δʼ ἔπεσʼ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο
ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν.
Τρωσὶν μέν ῥʼ ἀέκουσιν ἔδυ φάος, αὐτὰρ Ἀχαιοῖς
ἀσπασίη τρίλλιστος ἐπήλυθε νὺξ ἐρεβεννή.
Τρώων αὖτʼ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ
490νόσφι νεῶν ἀγαγὼν ποταμῷ ἔπι δινήεντι,
ἐν καθαρῷ ὅθι δὴ νεκύων διεφαίνετο χῶρος.
ἐξ ἵππων δʼ ἀποβάντες ἐπὶ χθόνα μῦθον ἄκουον
τόν ῥʼ Ἕκτωρ ἀγόρευε Διῒ φίλος· ἐν δʼ ἄρα χειρὶ
ἔγχος ἔχʼ ἑνδεκάπηχυ· πάροιθε δὲ λάμπετο δουρὸς
495αἰχμὴ χαλκείη, περὶ δὲ χρύσεος θέε πόρκης,
τῷ ὅ γʼ ἐρεισάμενος ἔπεα Τρώεσσι μετηύδα·
»κέκλυτέ μευ Τρῶες καὶ Δάρδανοι ἠδʼ ἐπίκουροι·
νῦν ἐφάμην νῆάς τʼ ὀλέσας καὶ πάντας Ἀχαιοὺς
ἂψ ἀπονοστήσειν προτὶ Ἴλιον ἠνεμόεσσαν·
500ἀλλὰ πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα
Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης.
ἀλλʼ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ
δόρπά τʼ ἐφοπλισόμεσθα· ἀτὰρ καλλίτριχας ἵππους
λύσαθʼ ὑπὲξ ὀχέων, παρὰ δέ σφισι βάλλετʼ ἐδωδήν·
505ἐκ πόλιος δʼ ἄξεσθε βόας καὶ ἴφια μῆλα
καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζεσθε
σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγεσθε,
ὥς κεν παννύχιοι μέσφʼ ἠοῦς ἠριγενείης
καίωμεν πυρὰ πολλά, σέλας δʼ εἰς οὐρανὸν ἵκῃ,
510μή πως καὶ διὰ νύκτα κάρη κομόωντες Ἀχαιοὶ
φεύγειν ὁρμήσωνται ἐπʼ εὐρέα νῶτα θαλάσσης.
μὴ μὰν ἀσπουδί γε νεῶν ἐπιβαῖεν ἕκηλοι,
ἀλλʼ ὥς τις τούτων γε βέλος καὶ οἴκοθι πέσσῃ
βλήμενος ἢ ἰῷ ἢ ἔγχεϊ ὀξυόεντι
515νηὸς ἐπιθρῴσκων, ἵνα τις στυγέῃσι καὶ ἄλλος
Τρωσὶν ἐφʼ ἱπποδάμοισι φέρειν πολύδακρυν Ἄρηα.
κήρυκες δʼ ἀνὰ ἄστυ Διῒ φίλοι ἀγγελλόντων
παῖδας πρωθήβας πολιοκροτάφους τε γέροντας
λέξασθαι περὶ ἄστυ θεοδμήτων ἐπὶ πύργων·
520θηλύτεραι δὲ γυναῖκες ἐνὶ μεγάροισιν ἑκάστη
πῦρ μέγα καιόντων· φυλακὴ δέ τις ἔμπεδος ἔστω
μὴ λόχος εἰσέλθῃσι πόλιν λαῶν ἀπεόντων.
ὧδʼ ἔστω Τρῶες μεγαλήτορες ὡς ἀγορεύω·
μῦθος δʼ ὃς μὲν νῦν ὑγιὴς εἰρημένος ἔστω,
525τὸν δʼ ἠοῦς Τρώεσσι μεθʼ ἱπποδάμοις ἀγορεύσω.
ἔλπομαι εὐχόμενος Διί τʼ ἄλλοισίν τε θεοῖσιν
ἐξελάαν ἐνθένδε κύνας κηρεσσιφορήτους,
οὓς κῆρες φορέουσι μελαινάων ἐπὶ νηῶν.
ἀλλʼ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς,
530πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
εἴσομαι εἴ κέ μʼ ὁ Τυδεΐδης κρατερὸς Διομήδης
πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται, ἤ κεν ἐγὼ τὸν
χαλκῷ δῃώσας ἔναρα βροτόεντα φέρωμαι.
535αὔριον ἣν ἀρετὴν διαείσεται, εἴ κʼ ἐμὸν ἔγχος
μείνῃ ἐπερχόμενον· ἀλλʼ ἐν πρώτοισιν ὀΐω
κείσεται οὐτηθείς, πολέες δʼ ἀμφʼ αὐτὸν ἑταῖροι
ἠελίου ἀνιόντος ἐς αὔριον· εἰ γὰρ ἐγὼν ὣς
εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα,
540τιοίμην δʼ ὡς τίετʼ Ἀθηναίη καὶ Ἀπόλλων,
ὡς νῦν ἡμέρη ἥδε κακὸν φέρει Ἀργείοισιν.«
ὣς Ἕκτωρ ἀγόρευʼ, ἐπὶ δὲ Τρῶες κελάδησαν.
οἳ δʼ ἵππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱδρώοντας,
δῆσαν δʼ ἱμάντεσσι παρʼ ἅρμασιν οἷσιν ἕκαστος·
545ἐκ πόλιος δʼ ἄξοντο βόας καὶ ἴφια μῆλα
καρπαλίμως, οἶνον δὲ μελίφρονα οἰνίζοντο,
σῖτόν τʼ ἐκ μεγάρων, ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο.
ἔρδον δ‘ ἀθανάτοισι τεληέσσας ἑκατόμβας
κνίσην δʼ ἐκ πεδίου ἄνεμοι φέρον οὐρανὸν εἴσω.
550ἡδεῖαν· τῆς δ‘ οὔ τι θεοὶ μάκαρες δατέοντο,
οὐδ‘ ἔθελον· μάλα γάρ σφιν ἀπήχθετο Ἴλιος ἱρή,
καὶ Πρίαμος καὶ λαὸς ἐϋμμελίω Πριάμοιο
οἳ δὲ μέγα φρονέοντες ἐπὶ πτολέμοιο γεφύρας
εἴατο παννύχιοι, πυρὰ δέ σφισι καίετο πολλά.
555ὡς δʼ ὅτʼ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφὶ σελήνην
φαίνετʼ ἀριπρεπέα, ὅτε τʼ ἔπλετο νήνεμος αἰθήρ·
ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι
καὶ νάπαι· οὐρανόθεν δʼ ἄρʼ ὑπερράγη ἄσπετος αἰθήρ,
πάντα δὲ εἴδεται ἄστρα, γέγηθε δέ τε φρένα ποιμήν·
560τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων
Τρώων καιόντων πυρὰ φαίνετο Ἰλιόθι πρό.
χίλιʼ ἄρʼ ἐν πεδίῳ πυρὰ καίετο, πὰρ δὲ ἑκάστῳ
εἴατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο.
ἵπποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας
565ἑσταότες παρʼ ὄχεσφιν ἐΰθρονον Ἠῶ μίμνον.