14 (4)
ΕΡΜΟΥ ΚΑΙ ΧΑΡΩΝΟΣ Lukian. dial. mort. 4
ΕΡΜΗΣ 1Λογισώμεθα, ὦ πορθμεῦ, εἰ δοκεῖ, ὁπόσα μοι ὀφείλεις ἤδη, ὅπως μὴ αὖθις ἐρίζωμέν τι περὶ αὐτῶν.
ΧΑΡΩΝ Λογισώμεθα, ὦ Ἑρμῆ· ἄμεινον γὰρ ὡρίσθαι καὶ ἀπραγμονέστερον.
ΕΡΜΗΣ Ἄγκυραν ἐντειλαμένῳ ἐκόμισα πέντε δραχμῶν.
ΧΑΡΩΝ Πολλοῦ λέγεις.
ΕΡΜΗΣ Νὴ τὸν Ἀϊδωνέα, τῶν πέντε ὠνησάμην, καὶ τροπωτῆρα δύο ὀβολῶν.
ΧΑΡΩΝ Τίθει πέντε δραχμὰς καὶ ὀβολοὺς δύο.
ΕΡΜΗΣ Καὶ ἀκέστραν ὑπὲρ τοῦ ἱστίου· πέντε ὀβολοὺς ἐγὼ κατέβαλον.
ΧΑΡΩΝ Καὶ τούτους προστίθει.
ΕΡΜΗΣ Καὶ κηρὸν ὡς ἐπιπλάσαι τοῦ σκαφιδίου τὰ ἀνεῳγότα καὶ ἥλους δὲ καὶ καλῴδιον, ἀφ' οὗ τὴν ὑπέραν ἐποίησας,ἐποίησα β. δύο δραχμῶν ἅπαντα.
ΧΑΡΩΝ Καὶ ἄξιαεὖ γε καὶ ἄξια γ. ταῦτα ὠνήσω.
ΕΡΜΗΣ Ταῦτά ἐστιν, εἰ μή τι ἄλλο ἡμᾶς διέλαθεν ἐν τῷ λογισμῷ. πότε δ‘ οὖν ταῦτα ἀποδώσειν φῄς;
ΧΑΡΩΝ Νῦν μέν, ὦ Ἑρμῆ, ἀδύνατον, ἢν δὲ λοιμός τις ἢ πόλεμος καταπέμψῃ ἀθρόους τινάς, ἐνέσται τότε ἀποκερδᾶναι παραλογιζόμενον ἐν τῷ πλήθειἐν τῷ πλήθει om. β. τὰ πορθμεῖα.
ΕΡΜΗΣ 2Νῦν οὖν ἐγὼ καθεδοῦμαι τὰ κάκιστα εὐχόμενος γενέσθαι, ὡς ἂν ἀπὸ τούτων ἀπολάβοιμι;
ΧΑΡΩΝ Οὐκ ἔστιν ἄλλως, ὦ Ἑρμῆ. νῦν δὲ ὀλίγοι, ὡς ὁρᾷς, ἀφικνοῦνται ἡμῖν· εἰρήνη γάρ.
ΕΡΜΗΣ Ἄμεινον οὕτως, εἰ καὶ ἡμῖν παρατείνοιτο ὑπὸ σοῦ τὸ ὄφλημα. πλὴν ἀλλ‘ οἱ μὲν παλαιοί, ὦ Χάρων, οἶσθα οἷοι παρεγίγνοντο, ἀνδρεῖοι ἅπαντες, αἵματος ἀνάπλεῳ καὶ τραυματίαι οἱ πολλοί· νῦν δὲ ἢ φαρμάκῳ τις ὑπὸ τοῦ παιδὸς ἀποθανὼν ἢ ὑπὸ τῆς γυναικὸς ἢ ὑπὸ τρυφῆς ἐξῳδηκὼς τὴν γαστέρα καὶ τὰ σκέλη, ὠχροὶ ἅπαντες καὶ ἀγεννεῖς, οὐδὲν ὅμοιοι ἐκείνοις. οἱ δὲ πλεῖστοι αὐτῶν διὰ χρήματα ἥκουσιν ἐπιβουλεύοντες ἀλλήλοις, ὡς ἐοίκασι.
ΧΑΡΩΝ Πάνυ γὰρ περιπόθητά ἐστι ταῦτα.
ΕΡΜΗΣ Οὐκοῦν οὐδ‘ ἐγὼ δόξαιμι ἂν ἁμαρτάνειν πικρῶς ἀπαιτῶν τὰ ὀφειλόμενα παρὰ σοῦ.