67a D
Auf und Ab des Lebens I Archil. 67a D

θυμέ, θύμʼ ἀμηχάνοισι κήδεσιν κυκώμενε,

ἀναδυ, δυσμενῶν δʼ ἀλέξευ προσβαλὼν ἐναντίον

στέρνον ἐν δοκοισιν ἐχθρῶν πλησίον κατασταθεὶς

ἀσφαλέως· καὶ μήτε νικῶν ἀμφάδην ἀγάλλεο

μηδὲ νικηθεὶς ἐν οἴκῳ καταπεσὼν ὀδύρεο.

ἀλλὰ χαρτοῖσίν τε χαῖρε καὶ κακοῖσιν ἀσχάλα

μὴ λίην· γίνωσκε δʼ οἷος ῥυσμὸς ἀνθρώπους ἔχει.