3 Men. Dysk. 233–426

Γοργίας οὕτω παρέργως δʼ, εἰπέ μοι, τῷ πράγματι

φαύλως τʼ ἐχρήσω; Δᾶος πῶς; Γοργίας ἔδει σε, νὴ Δία,

235τὸν τῇ κόρῃ προσιόντα, Δᾶʼ, ὅστις ποτʼ ἦν,

ἰδεῖν τότʼ εὐθύς, τοῦτο τοῦ λοιποῦ χρόνου

εἰπεῖν θʼ ὅπως μηδείς ποτʼ αὐτὸν ὄψεται

ποιοῦντα· νυνὶ δʼ ὥσπερ ἀλλοτρίου τινὸς

πράγματος ἀπέστης. οὐκ ἔνεστʼ ἴσως φυγεῖν

240οἰκειότητα, Δᾶʼ. ἀδελφῆς ἔτι μέλει

ἐμῆς. πατὴρ ἀλλότριος εἶναι βούλεται

αὐτῆς πρὸς ἡμᾶς· μὴ τὸ τούτου δύσκολον

μιμώμεθʼ ἡμεῖς· ἂν γὰρ αἰσχύνῃ τινὶ

αὕτη] περιπέσῃ, τοῦτο κἀμοὶ γίνεται

245ὄνειδο]ς. γὰρ ἔξωθεν οὐ τὸν αἴτιον

ὅστις] πότʼ ἐστιν οἶδεν, ἀλλὰ τὸ γεγονός.

κόψωμε]ν. Δᾶος τᾶν, τὸν γέροντα, Γοργία,

δέδοικʼ· ἐ]ὰν γὰρ τῇ θύρᾳ προσιόντα με

λάβῃ, κρ]εμᾷ παραχρῆμα. Γοργίας δυσχρήστως γέ πως

250ἐχει ζυ]γομαχῶν τοῦτον οὔθʼ ὅτῳ τρόπῳ

ἀναγκάσαι τις εἰς τὸ βέλτιον φρονεῖν

οὔτʼ ἂν μεταπείσαι νουθετῶν οἶʼ ἄν φίλος

ἀλλʼ ἐμποδὼν τῷ μὲν βιάσασθαι τὸν νόμον

ἔχει μεθʼ αὑτοῦ, τῷ δὲ πεῖσαι τὸν τρόπον.

Δᾶος 255μικρὸν δʼ ἐπίσχες· οὐ μάτην γὰρ ἥκομεν,

ἀλλʼ ὥσπερ εἶπον ἔρχετʼ ἀνακάμψας πάλιν.

Γοργίας τὴν χλανίδʼ ἔχων; οὗτος ἐστὶν ὃν λέγεις;

Δᾶος οὗτος. Γοργίας κακοῦργος εὐθὺς ἀπὸ τοῦ βλέμματος.

Σώστρατος τὸν μὲν Γέταν οὐκ ἔνδον ὄντα κατέλαβον,

260μέλλουσα δʼ μήτηρ θεῷ θύειν τινί

οὐκ οἶδʼ ὅτῳποιεῖ δὲ τοῦθʼ ὁσημέραι,

περιέρχεται θύουσα τὸν δῆμον κύκλῳ

ἅπαντʼἀπέσταλκʼ αὐτὸν αὐτόθεν τινὰ

μισθωσόμενον μάγειρον. ἐῤῥῶσθαι δὲ τῇ

265θυσίαι φράσας ἥκω πάλιν πρὸς τἀνθάδε.

καί μοι δοκῶ τοὺς περιπάτους τούτους ἀφεὶς

αὐτὸς διαλέξεσθʼ ὑπὲρ ἐμαυτοῦ. τὴν θύραν

κόψω δʼ, ἵνʼ ἦι μοι μηδὲ βουλεύσασθʼ ἔτι.

Γοργίας μειράκιον, ἐθελήσαις ἂν ὑπομεῖναι λόγον

270σπουδαιότερόν μου; Σώστρατος καὶ μάλʼ ἡδέως· λέγε.

Γοργίας εἶναι νομίζω πᾶσιν ἀνθρώποις ἐγὼ

τοῖς τʼ εὐτυχοῦσιν τοῖς τε πράττουσιν κακῶς

πέρας τι τούτου καὶ μεταλλαγήν τινα,

καὶ τῷ μὲν εὐτυχοῦντι μέχρι τούτου μένειν

275τὰ πράγματʼ εὐθενοῦντʼ ἀεὶ τὰ τοῦ βίου

ὅσον ἂν χρόνον φέρειν δύνηται τὴν τύχην

μηδὲν ποήσας ἄδικον· εἰς δὲ τοῦθʼ ὅταν

ἔλθῃ προαχθεὶς τοῖς ἀγαθοῖς, ἐνταῦθά που

τὴν μεταβολὴν τὴν εἰς τὸ χεῖρον λαμβάνει·

280τοῖς δʼ ἐνδεῶς πράττουσιν, ἂν μηδὲν κακὸν

ποιῶσιν ἀποροῦντες, φέρωσιν δʼ εὐγενῶς

τὸν δαίμονʼ, εἰς πίστιν ποτʼ ἐλθόντας χρόνῳ,

βελτίονʼ εἶναι μερίδα προσδοκᾶν τινα.

τί οὖν λέγω; μήτʼ αὐτός, εἰ σφόδρʼ εὐπορεῖς,

285πίστευε τούτῳ, μήτε τῶν πτωχῶν πάλιν

ἡμῶν καταφρόνει· τοῦ διευτυχεῖν δʼ ἀεὶ

πάρεχε σεαυτὸν τοῖς ὁρῶσιν ἄξιον.

Σώστρατος ἄτοπον δέ σοι τι φαίνομαι νυνὶ ποεῖν;

Γοργίας ἔργον δοκεῖς μοι φαῦλον ἐζηλωκέναι,

290πείσειν νομίζων ἐξαμαρτεῖν παρθένον

ἐλευθέραν, καιρὸν ἐπιτηρῶν τινα

κατεργάσασθαι πρᾶγμα θανάτων ἄξιον

πολλῶν. Σώστρατος Ἄπολλον. Γοργίας οὐ δίκαιόν ἐστι γοῦν

τὴν σὴν σχολὴν τοῖς ἀσχολουμένοις κακὸν

295ἡμῖν γενέσθαι. τῶν δʼ ἁπάντων ἴσθʼ ὅτι

πτωχὸς ἀδικηθείς ἐστι δυσκολώτατο[ν.

πρῶτον μέν ἐστʼ ἐλεινός, εἶτα λαμβάνει

οὐκ εἰς ἀδικίαν ὅσα πέπονθʼ, ἀλλʼ εἰς [ὕβριν.

Σώστρατος μειράκιον, οὕτως εὐτυχοίης, βραχ[ύ τι μου

300ἄκουσονΔᾶος εὖ γε, δέσποθʼ, οὕτω πολλά [μοι

ἀγαθὰ γένοιτο. Σώστρατοςκαὶ σύ γʼ, λαλῶν πρ[ὶν μαθεῖν.

κόρην τινʼ εἶδον ἐνθαδί· ταύτης ἐρῶ.

εἰ τοῦτʼ ἀδίκημʼ εἴρηκας, ἠδίκηκʼ ἴσως.

τί γὰρ ἄν τις εἴποι; πλὴν πορεύομʼ ἐνθάδε

305οὐχὶ πρὸς ἐκείνην, βούλομαι δʼ αὐτῆς ἰδεῖν

τὸν πατέρʼ. ἐγὼ γάρ, ὢν ἐλεύθερος, βίον

ἱκανὸν ἔχων, ἕτοιμός εἰμι λαμβάνειν

αὐτὴν ἄπροικον, πίστιν ἐπιθεὶς διατελεῖν

στέργων. ἐπὶ κακῷ δʼ εἰ προσελήλυθʼ ἐνθάδε

310 βουλόμενος ὑμῶν τι κακοτεχνεῖν λάθρᾳ,

οὗτός μʼ Πάν, μειράκιον, αἱ Νύμφαι θʼ ἅμα

ἀπόπληκτον αὐτοῦ πλησίον τῆς οἰκίας

ἤδη ποήσειαν. τετάραγμʼ, εὖ ἴσθʼ ὅτι,

οὐδὲ μετρίως, εἴ σοι τοιοῦτος φαίνομαι.

Γοργίας 315ἀλλʼ εἴ τι κἀγὼ τοῦ δέοντος σφοδρότερον

εἴρηκα, μηδὲν τοῦτο λυπείτω σʼ ἔτι.

ἅμα γὰρ μεταπείθεις ταῦτα καὶ φίλον μʼ ἔχεις.

οὐκ ἀλλότριος δʼ ὤν, ἀλλʼ ἀδελφὸς τῆς κόρης

ὁμομήτριος, βέλτιστε, ταῦτά σοι λέγω.

Σώστρατος 320καὶ χρήσιμός γʼ εἶ, νὴ Δίʼ, εἰς τὰ λοιπά μοι.

Γοργίας τί χρήσιμος; Σώστρατος γεννικὸν ὁρῶ σε τῷ τρόπῳ.

Γοργίας οὐ πρόφασιν εἰπὼν βούλομʼ ἀποπέμψαι κενήν,

τὰ δʼ ὄντα πράγματʼ ἐμφανίσαι. ταύτῃ πατήρ

ἐσθʼ οἷος οὐδεὶς γέγονεν οὔτε τῶν πάλαι

325ἄνθρωπος οὔτε τῶν καθʼ ἡμᾶς. Σώστρατος χαλεπός·

σχεδὸν οἶδα. Γοργίας ὑπερβολή τις ἐστὶν τοῦ κακοῦ.

τούτῳ ταλάντων ἔστʼ ἴσως τουτὶ δυεῖν

τὸ κτῆμα. τοῦτʼ αὐτὸς γεωργῶν διατελεῖ

μόνος, συνεργὸν δʼ οὐδένʼ ἀνθρώπων ἔχων,

330οὐκ οἰκέτην οἰκεῖον, οὐκ ἐκ τοῦ τόπου

μισθωτόν, οὐχὶ γείτονʼ, ἀλλʼ αὐτὸς μόνος.

ἥδιστόν ἐστʼ αὐτῷ γὰρ ἀνθρώπων ὁρᾶν

οὐδένα. μεθʼ αὑτοῦ τὴν κόρην ἐργάζεται

ἔχων τὰ πολλά· προσλαλεῖ ταύτῃ μόνῃ,

335ἑτέρῳ δὲ τοῦτʼ οὐκ ἂν ποήσαι ῥαιδίως.

τότε φησὶν ἐκδώσειν ἐκείνην, ἡνίκʼ ἂν

ὁμότροπον αὑτῷ νυμφίον λάβῃ. Σώστρατος λέγεις

οὐδέποτε. Γοργίας μὴ δὴ πράγματʼ, βέλτιστʼ, ἔχε·

μάτην γὰρ ἕξεις. τοὺς δʼ ἀναγκαίους ἔα

340ἡμᾶς φέρειν ταῦθʼ, οἷς δίδωσιν τύχη.

Σώστρατος πρὸς τῶν θεῶν οὐπώποτʼ ἠράσθης τινός,

μειράκιον; Γοργίας οὐδʼ ἔξεστί μοι, βέλτιστε. Σώστρατος πῶς;

τίς ἔσθʼ κωλύων; Γοργίας τῶν ὄντων κακῶν

λογισμός, ἀνάπαυσιν διδοὺς οὐδʼ ἡντινοῦν.

Σώστρατος 345οὔ μοι δοκεῖς· ἀπειρότερον γοῦν διαλέγει

περὶ ταῦτʼ· ἀποστῆναι κελεύεις μʼ. οὐκέτι

τοῦτʼ ἐσ]τὶν ἐπʼ ἐμοί, τῷ θεῷ δέ. Γοργίας τοιγαροῦν

οὐδὲ]ν ἀδικεῖς ἡμᾶς, μάτην δὲ κακοπαθεῖς.

Σώστρατος οὐκ, εἰ λά]βοιμι τὴν κόρην. Γοργίας οὐκ ἂν λάβοις.

350     ]υνασυνακολουθήσας ἐμοὶ

αὐτὸν] παραιτῇ †· πλησίον γὰρ τὴν νάπην

ἐργάζε]θʼ ἡμῶν. Σώστρατος πῶς; Γοργίας λόγον τινʼ ἐμβαλῶ

περὶ τοῦ] γάμου τοῦ τῆς κόρης· τὸ τοιοῦτο γὰρ

ἴδοιμι κἂ]ν αὐτὸς γενόμενον ἄσμενος.

355εὐθὺς μαχεῖται πᾶσι, λοιδορούμενος

εἰς τοὺς βίους οὓς ζῶσι· σὲ δʼ ἄγοντʼ ἂν ἴδῃ

σχολὴν τρυφῶντά τʼ, οὐδʼ ὁρῶν γʼ ἀνέξεται.

Σώστρατος νῦν ἔστʼ ἐκεῖ; Γοργίας μὰ Δίʼ, ἀλλὰ μικρὸν ὕστερον

ἔξεισιν ἣν εἴωθεν. Σώστρατος τᾶν, τὴν κόρην

360ἄγων μεθʼ αὑτοῦ, φῄς; Γοργίαςὅπως ἂν τοῦτό γε

τύχῃ. Σώστρατος Βαδίζειν εἰμʼ ἕτοιμος οἷ λέγεις.

ἀλλʼ, ἀντιβολῶ, συναγώνισαί μοι. Γοργίας τίνα τρόπον;

Σώστρατος ὅντινα τρόπον; προάγωμεν οἷ λέγεις. Δᾶος τί οὖν;

ἐργαζομένοις ἡμῖν παρεστήξεις ἔχων

365χλανίδα; Σώστρατος τί δὴ γὰρ οὐχί; Δᾶος ταῖς βώλοις βαλεῖ

εὐθύς σʼ, ἀποκαλεῖ τʼ ὄλεθρον ἀργόν. ἀλλὰ δεῖ

σκάπτειν μεθʼ ἡμῶν σʼ· εἰ τύχοι γάρ, τοῦτʼ ἰδὼν

ἴσως ἂν ὑπομείνειε καὶ παρὰ σοῦ τινα

λόγον, νομίσας αὐτουργὸν εἶναι τῷ βίῳ

370πένητα. Σώστρατος ἕτοιμος πάντα πειθαρχεῖν. ἄγε.

Γοργίας τί κακοπαθεῖν σαυτὸν βιάζῃ; Δᾶος Βούλομαι

ὡς πλεῖστον ἡμᾶς ἐργάσασθαι τήμερον

τοῦτόν τε τὴν ὀσφῦν ἀποῤῥήξανθʼ ἅμα

παύσασθʼ ἐνοχλοῦνθʼ ἡμῖν προσιόντα τʼ ἐνθάδε.

Σώστρατος 375ἔκφερε δίκελλαν. Δᾶος τὴν παρʼ ἐμοῦ λαβὼν ἴθι.

τὴν αἱμασιὰν ἐποικοδομήσω γὰρ τέως

ἐγώ. ποητέον δὲ καὶ τοῦτʼ ἐστί. Σώστρατος δός.

ἀπέσωσας. Δᾶος ὑπάγω, τρόφιμʼ· ἐκεῖ διώκετε.

Σώστρατος οὕτως ἔχω· παραποθανεῖν ἤδη με δεῖ

380 ζῆν ἔχοντα τὴν κόρην. Γοργίας εἴπερ λέγεις

φρονεῖς, ἐπιτύχοις. Σώστρατος πολυτίμητοι θεοί,

οἷς ἀποτρέπεις νυνὶ γὰρ ὡς οἴει με σύ,

τούτοις παρώξυμμʼ εἰς τὸ πρᾶγμα διπλασίως.

εἰ μὴ γὰρ ἐν γυναιξίν ἐστιν κόρη

385τεθραμμένη μηδʼ οἶδε τῶν ἐν τῷ βίῳ

τούτων κακῶν μηδὲν ὑπὸ τηθίδος τινὸς

δειδισαμένη μαίας τʼ, ἐλευθερίως δέ πως

μετὰ πατρὸς ἀγρίου μισοπονήρου τῷ τρόπῳ,

πῶς οὐκ ἐπιτυχεῖν ἐστι ταύτης μακάριον;

390ἀλλʼ δίκελλʼ ἄγει τάλαντα τέτταρα

αὕτη· προαπολεῖ μʼ. οὐ μαλακιστέον δʼ ὅμως,

ἐπείπερ ἦργμαι καταπονεῖν τὸ πρᾶγμʼ ἅπαξ.

Σίκων τουτὶ τὸ πρόβατόν ἐστιν οὐ τὸ τυχὸν καλόν.

ἄπαγʼ εἰς τὸ βάραθρον. ἂν μὲν αἰρόμενος φέρω

395μετέωρον, ἔχεται τῷ στόματι θαλλοῦ, κράδης

κατεσθίει τὰ θρῖʼ, ἀποσπᾷ δʼ εἰς βίαν.

ἐὰν δʼ ἀφῇ χαμαί τις, οὐ προέρχεται.

τοὐναντίον δὴ γέγονε· κατακέκομμʼ ἐγὼ

μάγειρος ὑπὸ τούτου νεωλκῶν τὴν ὁδόν.

400ἀλλʼ ἐστὶν εὐτυχῶς τὸ νυμφαῖον τοδ[ὶ

οὗ θύσομεν. τὸν Πᾶνα χαίρειν. παῖ Γέτα,

τοσοῦτʼ ἀπολείπῃ; Γέτας τεττάρων γὰρ φορτίον

ὄνων συνέδησαν αἱ κάκιστʼ ἀπολούμεναι

φέρειν γυναῖκές μοι. Σίκων πολύς τις ἔρχεται

405ὄχλος ὡς ἔοικε. στρώματʼ ἀδιήγηθʼ ὅσα

φέρεις. Γέτας τί δʼ ἐγω νυν; Σίκωνἔρεισον ταῦτα δεῦρο. Γέτας ἰδού.

ἐὰν ἴδῃ γὰρ ἐνύπνιον τὸν Πᾶνα τὸν

Παιανιοῖ, τούτῳ βαδιούμεθʼ, οἶδʼ ὅτι,

θύσοντες εὐθύς. Σίκων τίς δʼ ἑόρακεν ἐνύπνιον;

Γέτας 410ἄνθρωπε, μή με κόπτε. Σίκων ὅμως εἶπον, Γέτα.

τίς εἶδεν; Γέτας κεκτημένη. Σίκων τί πρὸς θεῶν;

Γέτας ἀπολεῖς. ἐδόκει τὸν ΠᾶναΣίκων τουτονὶ λέγεις;

Γέτας τοῦτον. Σίκων τί ποιεῖν; Γέτας τῷ τροφίμῳ τῷ Σωστράτῳ

Σίκων κομψῷ νεανίσκῳ γε. Γέτας περικρούειν πέδας.

Σίκων 415Ἄπολλον. Γέτας εἶτα δόντα διφθέραν τε καὶ

δίκελλαν ἐν τοῦ πλησίον τῷ χωρίῳ

σκάπτειν κελεύειν. Σίκων ἄτοπον. Γέτας ἀλλὰ θύομεν

διὰ τοῦθʼ, ἵνʼ εἰς βέλτιον ἀποβῇ τὸ φοβερόν.

Σίκων μεμάθηκα. πάλιν αἴρου δὲ ταυτὶ καὶ φέρε

420εἴσω. ποῶμεν στιβάδας ἔνδον εὐτρεπεῖς

καὶ τἆλλʼ ἕτοιμα. μηδὲν ἐπικωλυέτω

θύειν γʼ ἐπὰν ἔλθωσιν. ἀλλʼ ἀγαθῇ τύχῃ.

καὶ τὰς ὀφρῦς ἄνες ποτʼ, τρισάθλιε·

ἐγώ σε χορτάσω κατὰ τρόπον τήμερον.

Γέτας 425ἐπαινέτης σοῦ τʼ εἰμι καὶ τῆς σῆς τέχνης

ἔγωγʼ ἀεί ποτʼοὐχὶ πιστεύω δʼ ὅμως.

Χοροῦ