15 Ps.-Kall. 1, 15

Ἐπανελθὼν δὲ Φίλιππος εἰς τὰ ἴδια βασίλεια ἔπεμψεν εἰς Δελφοὺς χρησμὸν ληψόμενος, τίς ἄρα μετ' αὐτὸν βασιλεύσει καὶ δόρατι πάντας ὑποτάξει. ἔφη δὲ χρησμός·Ὅστις τὸν Βουκέφαλον ἵππον διὰ μέσης τῆς Πέλλης ἁλλόμενος ὁδεύσει.“ Ἐκλήθη δὲ ἵππος Βουκέφαλος, ἐπειδὴ ἐν τῷ μηρῷ αὐτοῦ ἔγκαυμα βοὸς κεφαλὴν ἐξέφηνεν. δὲ Φίλιππος ἀκούσας τὸν χρησμὸν καθορᾶν προσεδόκα νέον Ἡρακλέα.