21 Ps.-Kall. 1, 21
Ἦν δέ τις γελωτοποιὸς ὀνόματι Λυσίας· οὗτος ἔφη· „Φίλιππε, μὴ ἔσο τεταραγμένος μηδὲ τρύχου, ἀλλὰ θάρσει ἐπὶ τῇ νεότητι τῆς νῦν σοι γαμουμένης, ἐξ ἧς παιδοποιήσεις γνησίους ἀμοιχεύτους παῖδας ὁμοίους τῷ σῷ χαράγματι.“ Ταῦτα ἀκούσας ὁ Ἀλέξανδρος ὠργίσθη καὶ ὡς εἶχε τὴν κύλικα ἐπετίναξε τῷ Λυσίᾳ καὶ παραυτὰ ἀνῄρηκεν αὐτόν. ὁ δὲ Φίλιππος ἀνίσταται ξιφήρης ἐπὶ τὸ τέκνον αὐτοῦ Ἀλέξανδρον, βουλόμενος αὐτὸν ἀναιρῆσαι· σκελισθέντος δὲ αὐτοῦ καὶ πεσόντος ἐγγὺς τῆς κλιντηρίας εἶπεν ὁ Ἀλέξανδρος· „Ὁ τὴν Ἀσίαν Φίλιππος σπεύδων λαβεῖν καὶ τὴν Εὐρώπην ἐκβαθρῶσαι οὐκ ἠδυνήθη βῆμα ἀλλάξασθαι.“ Οὕτως εἰπὼν ἥρπαξεν ἀπ' αὐτοῦ τὸ ξίφος καὶ πάντας τοὺς ἀνακεκλιμένους ἡμισφαγεῖς ποιεῖ. καὶ ἐξέρχεται ἀπὸ τοῦ Φιλίππου καὶ ἔρχεται πρὸς τὴν μητέρα ἔκδικος τῶν κατ' αὐτῆς γάμων.