8 Ps.-Kall. 1, 8

Καὶ δὴ λαβὼν ἱέρακα πελάγιον καὶ τοῦτον μαγεύσας ὀνειροπομπίαν ποιεῖ τῷ Φιλίππῳ. εἶδε γὰρ θεὸν εὔμορφον πολιὸν κεραὸν τρόπον Ἄμμωνος συγκοιμώμενον τῇ Ὀλυμπιάδι καὶ ἀνιστάμενον τῆς κοίτης λέγειν αὐτῇ·Κατὰ γαστρὸς ἔχεις ἐξ ἐμοῦ παῖδα, καὶ σοῦ καὶ τοῦ πατρὸς Φιλίππου γενόμενον ἔκδικον.“ Ὑπενόησε δὲ καὶ τὴν φύσιν αὐτῆς Νειλώᾳ βίβλῳ καταρράπτειν αὐτὸν καὶ σφραγίζειν δακτυλίῳ χρυσῷ ἐν λίθῳ γλυφὴν ἔχοντι κεφαλὴν λέοντος, ἡλίου κράτος καὶ δοράτιον· ἔδοξε δὲ καὶ ἱέρακα ταῖς πτέρυξι διυπνίζειν αὐτόν. Ταῦτα ἰδὼν ἀνίσταται καὶ μεταπεμψάμενος ὀνειροπόλον διηγεῖται τὸν χρησμόν. δέ φησι·Βασιλεῦ καθὼς ἐθεάσω γέγονεν ἔγκυος Ὀλυμπιάς, πλὴν ὑπὸ θεοῦ. τὸ γὰρ σφραγίζειν τινὰ τὴν φύσιν αὐτῆς πίστεως γέμει· οὐδεὶς γὰρ κενὸν ἀγγεῖον σφραγίζει, ἀλλὰ μεστόν. ἐπειδὴ δὲ βίβλῳ καταρραφεῖσα ἦν φύσις, Αἰγυπτία ἐστὶν σπορά· οὐδαμοῦ γὰρ βίβλος γεννᾶται εἰ μὴ ἐν Αἰγύπτῳ· πλὴν οὐ ταπεινή, ἀλλὰ λαμπρὰ τύχη καὶ ἔνδοξος καὶ ἐπίσημος διὰ τὸν χρυσοῦν δακτύλιον. τί γὰρ χρυσοῦ ἐνδοξότερον, δι' οὗ καὶ θεοὶ προσκυνοῦνται; δὲ ἥλιος τῆς γλυφῆς, κεφαλὴ λέοντος καὶ δοράτιον λόγον ἔχει τοιοῦτον· γὰρ γεννώμενος μέχρι τῆς ἀνατολῆς φθάσει ὥσπερ λέων, δορυαλώτους τὰς πόλεις ποιούμενος. τὸ δὲ τὸν θεὸν κριοκέρατον πολιὸν εἶναι, τῆς Λιβύης Ἄμμων θεός ἐστιν τούτου σπορεύς.“ Οὕτω κρίναντος τοῦ ὀνειροπόλου συμπαθὴς ἐγένετο Φίλιππος διὰ τὸ ὅλως συνειληφέναι τὴν Ὀλυμπιάδα, κἂν ἐκ θεοῦ.