ΙΓ
Ἔξοδος Soph. Ant.
Ἄγγελος1155 Κάδμου πάροικοι καὶ δόμων Ἀμφίονος,
οὐκ ἔσθʼ ὁποῖον στάντʼ ἂν ἀνθρώπου βίον
οὔτʼ αἰνέσαιμʼ ἂν οὔτε μεμψαίμην ποτέ.
τύχη γὰρ ὀρθοῖ καὶ τύχη καταρρέπει
τὸν εὐτυχοῦντα τόν τε δυστυχοῦντʼ ἀεί·
1160καὶ μάντις οὐδεὶς τῶν καθεστώτων βροτοῖς.
Κρέων γὰρ ἦν ζηλωτός, ὡς ἐμοί, ποτέ,
σώσας μὲν ἐχθρῶν τήνδε Καδμείαν χθόνα
λαβών τε χώρας παντελῆ μοναρχίαν
ηὔθυνε, θάλλων εὐγενεῖ τέκνων σπορᾷ·
1165καὶ νῦν ἀφεῖται πάντα. τὰς γὰρ ἡδονὰς
ὅταν προδῶσιν ἄνδρες, οὐ τίθημʼ ἐγὼ
ζῆν τοῦτον, ἀλλʼ ἔμψυχον ἡγοῦμαι νεκρόν.
πλούτει τε γὰρ κατʼ οἶκον, εἰ βούλει, μέγα
καὶ ζῆ τύραννον σχῆμʼ ἔχων· ἐὰν δʼ ἀπῇ
1170τούτων τὸ χαίρειν, τἄλλʼ ἐγὼ καπνοῦ σκιᾶς
οὐκ ἂν πριαίμην ἀνδρὶ πρὸς τὴν ἡδονήν.
Χορός τί δʼ αὖ τόδʼ ἄχθος βασιλέων ἥκεις φέρων;
Ἄγγελος τεθνᾶσιν. οἱ δὲ ζῶντες αἴτιοι θανεῖν.
Χορός καὶ τίς φονεύει; τίς δʼ ὁ κείμενος; λέγε.
Ἄγγελος 1175Αἵμων ὄλωλεν· αὐτόχειρ δʼ αἱμάσσεται.
Χορός πότερα πατρῴας ἢ πρὸς οἰκείας χερός;
Ἄγγελος αὐτὸς πρὸς αὑτοῦ, πατρὶ μηνίσας φόνου.
Χορός ὦ μάντι, τοὔπος ὡς ἄρʼ ὀρθὸν ἤνυσας.
Ἄγγελος ὡς ὧδʼ ἐχόντων τἄλλα βουλεύειν πάρα.
Χορός 1180καὶ μὴν ὁρῶ τάλαιναν Εὐρυδίκην ὁμοῦ
δάμαρτα τὴν Κρέοντος. ἐκ δὲ δωμάτων
ἤτοι κλύουσα παιδὸς ἢ τύχῃ πάρα.
Εὐρυδίκη ὦ πάντες ἀστοί, τῶν λόγων ἐπῃσθόμην
πρὸς ἔξοδον στείχουσα, Παλλάδος θεᾶς
1185ὅπως ἱκοίμην εὐγμάτων προσήγορος.
καὶ τυγχάνω τε κλῇθρʼ ἀνασπαστοῦ πύλης
χαλῶσα καί με φθόγγος οἰκείου κακοῦ
βάλλει διʼ ὤτων· ὑπτία δὲ κλίνομαι
δείσασα πρὸς δμωαῖσι κἀποπλήσσομαι
1190ἀλλʼ ὅστις ἦν ὁ μῦθος αὖθις εἴπατε·
κακῶν γὰρ οὐκ ἄπειρος οὖσʼ ἀκούσομαι.
Ἄγγελος ἐγώ, φίλη δέσποινα, καὶ παρὼν ἐρῶ
κοὐδὲν παρήσω τῆς ἀληθείας ἔπος.
τί γάρ σε μαλθάσσοιμʼ ἂν ὧν ἐς ὕστερον
1195ψεῦσται φανούμεθʼ; ὀρθὸν ἁλήθειʼ ἀεί.
ἐγὼ δὲ σῷ ποδαγὸς ἑσπόμην πόσει
πεδίον ἐπʼ ἄκρον, ἔνθʼ ἔκειτο νηλεὲς
κυνοσπάρακτον σῶμα Πολυνείκους ἔτι·
καὶ τὸν μέν, αἰτήσαντες ἐνοδίαν θεὸν
1200Πλούτωνά τʼ ὀργὰς εὐμενεῖς κατασχεθεῖν
λούσαντες ἁγνὸν λουτρόν, ἐν νεοσπάσιν
θαλλοῖς ὃ δὴ λέλειπτο συγκατῄθομεν,
καὶ τύμβον ὀρθόκρανον οἰκείας χθονὸς
χώσαντες αὖθις πρὸς λιθόστρωτον κόρης
1205νυμφεῖον Ἅιδου κοῖλον εἰσεβαίνομεν.
φωνῆς δʼ ἄπωθεν ὀρθίων κωκυμάτων
κλύει τις ἀκτέριστον ἀμφὶ παστάδα,
καὶ δεσπότῃ Κρέοντι σημαίνει μολών.
τῷ δʼ ἀθλίας ἄσημα περιβαίνει βοῆς
1210ἕρποντι μᾶλλον ἆσσον, οἰμώξας δʼ ἔπος
ἵησι δυσθρήνητον· ὦ τάλας ἐγώ,
ἆρʼ εἰμὶ μάντις; ἆρα δυστυχεστάτην
κέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν;
παιδός με σαίνει φθόγγος. ἀλλὰ πρόσπολοι,
1215ἴτʼ ἆσσον ὠκεῖς καὶ παραστάντες τάφῳ
ἀθρήσαθʼ, ἁρμὸν χώματος λιθοσπαδῆ
δύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονος
φθόγγον συνίημʼ ἢ θεοῖσι κλέπτομαι.
Ἄγγελος τάδʼ ἐξ ἀθύμου δεσπότου κελευσμάτων
1220ἠθροῦμεν· ἐν δὲ λοισθίῳ τυμβεύματι
τὴν μὲν κρεμαστὴν αὐχένος κατείδομεν,
βρόχῳ μιτώδει σινδόνος καθημμένην,
τὸν δʼ ἀμφὶ μέσσῃ περιπετῆ προσκείμενον,
εὐνῆς ἀποιμώζοντα τῆς κάτω φθορὰν
1225καὶ πατρὸς ἔργα καὶ τὸ δύστηνον λέχος.
ὁ δʼ ὡς ὁρᾷ σφε, στυγνὸν οἰμώξας ἔσω
χωρεῖ πρὸς αὐτὸν κἀνακωκύσας καλεῖ·
ὦ τλῆμον, οἷον ἔργον εἴργασαι· τίνα
νοῦν ἔσχες; ἐν τῷ συμφορᾶς διεφθάρης;
1230ἔξελθε, τέκνον, ἱκέσιός σε λίσσομαι.
τὸν δʼ ἀγρίοις ὄσσοισι παπτήνας ὁ παῖς,
πτύσας προσώπῳ κοὐδὲν ἀντειπών, ξίφους
ἕλκει διπλοῦς κνώδοντας. ἐκ δʼ ὁρμωμένου
πατρὸς φυγαῖσιν ἤμπλακʼ· εἶθʼ ὁ δύσμορος
1235αὑτῷ χολωθείς, ὥσπερ εἶχʼ, ἐπενταθεὶς
ἤρεισε πλευραῖς μέσσον ἔγχος, ἐς δʼ ὑγρὸν
ἀγκῶνʼ ἔτʼ ἔμφρων παρθένῳ προσπτύσσεται.
καὶ φυσιῶν ὀξεῖαν ἐκβάλλει ῥοὴν
λευκῇ παρειᾷ φοινίου σταλάγματος.
1240κεῖται δὲ νεκρὸς περὶ νεκρῷ, τὰ νυμφικὰ
τέλη λαχὼν δείλαιος εἰν Ἅιδου δόμοις,
δείξας ἐν ἀνθρώποισι τὴν ἀβουλίαν
ὅσῳ μέγιστον ἀνδρὶ πρόσκειται κακόν.
Χορός τί τοῦτʼ ἂν εἰκάσειας; ἡ γυνὴ πάλιν
1245φρούδη, πρὶν εἰπεῖν ἐσθλὸν ἢ κακὸν λόγον.
Ἄγγελος καὐτὸς τεθάμβηκʼ· ἐλπίσιν δὲ βόσκομαι
ἄχη τέκνου κλύουσαν ἐς πόλιν γόους
οὐκ ἀξιώσειν, ἀλλʼ ὑπὸ στέγης ἔσω
δμωαῖς προθήσειν πένθος οἰκεῖον στένειν.
1250γνώμης γὰρ οὐκ ἄπειρος, ὥσθʼ ἁμαρτάνειν.
Χορός οὐκ οἶδʼ· ἐμοὶ δʼ οὖν ἥ τʼ ἄγαν σιγὴ βαρὺ
δοκεῖ προσεῖναι χἠ μάτην πολλὴ βοή.
Ἄγγελος ἀλλʼ εἰσόμεσθα, μή τι καὶ κατάσχετον
κρυφῇ καλύπτει καρδίᾳ θυμουμένῃ,
1255δόμους παραστείχοντες· εὖ γὰρ οὖν λέγεις,
καὶ τῆς ἄγαν γάρ ἐστί που σιγῆς βάρος.
Χορός καὶ μὴν ὅδʼ ἄναξ αὐτὸς ἐφήκει
μνῆμʼ ἐπίσημον διὰ χειρὸς ἔχων,
εἰ θέμις εἰπεῖν, οὐκ ἀλλοτρίαν
1260ἄτην, ἀλλʼ αὐτὸς ἁμαρτών.
Κρέων1261 ἰὼ
1261aφρενῶν δυσφρόνων ἁμαρτήματα
στερεὰ θανατόεντʼ,
ὦ κτανόντας τε καὶ
θανόντας βλέποντες ἐμφυλίους.
1265ὤμοι ἐμῶν ἄνολβα βουλευμάτων.
ἰὼ παῖ, νέος νέῳ ξὺν μόρῳ
αἰαῖ αἰαῖ,
ἔθανες, ἀπελύθης
ἐμαῖς οὐδὲ σαῖς δυσβουλίαις.
Χορός1270 οἴμʼ ὡς ἔοικας ὀψὲ τὴν δίκην ἰδεῖν.
Κρέων οἴμοι,
ἔχω μαθὼν δείλαιος· ἐν δʼ ἐμῷ κάρᾳ
θεὸς τότʼ ἄρα τότε μέγα βάρος μʼ ἔχων
ἔπαισεν, ἐν δʼ ἔσεισεν ἀγρίαις ὁδοῖς,
1275οἴμοι, λακπάτητον ἀντρέπων χαράν.
φεῦ φεῦ, ὦ πόνοι βροτῶν δύσπονοι.
Ἐξάγγελος1278 ὦ δέσποθʼ, ὡς ἔχων τε καὶ κεκτημένος,
τὰ μὲν πρὸ χειρῶν τάδε φέρων, τὰ δʼ ἐν δόμοις
1280ἔοικας ἥκειν καὶ τάχʼ ὄψεσθαι κακά.
Κρέων τί δʼ ἔστιν αὖ κάκιον ἐκ κακῶν ἔτι;
Ἐξάγγελος γυνὴ τέθνηκε, τοῦδε παμμήτωρ νεκροῦ,
δύστηνος, ἄρτι νεοτόμοισι πλήγμασιν.
Κρέων1284 ἰώ.
1284aἰὼ δυσκάθαρτος Ἅιδου λιμήν,
1285τί μʼ ἄρα τί μʼ ὀλέκεις;
ὦ κακάγγελτά μοι
προπέμψας ἄχη, τίνα θροεῖς λόγον;
αἰαῖ, ὀλωλότʼ ἄνδρʼ ἐπεξειργάσω.
τί φής, παῖ; τίνʼ αὖ λέγεις μοι νέον,
1290αἰαῖ αἰαῖ,
σφάγιον ἐπʼ ὀλέθρῳ
γυναικεῖον ἀμφικεῖσθαι μόρον;
Χορός ὁρᾶν πάρεστιν· οὐ γὰρ ἐν μυχοῖς ἔτι.
Κρέων1294 οἴμοι,
1295κακὸν τόδʼ ἄλλο δεύτερον βλέπω τάλας.
τίς ἄρα, τίς με πότμος ἔτι περιμένει;
ἔχω μὲν ἐν χείρεσσιν ἀρτίως τέκνον,
τάλας, τὸν δʼ ἔναντα προσβλέπω νεκρόν.
1300φεῦ φεῦ μᾶτερ ἀθλία, φεῦ τέκνον.
Ἐξάγγελος ἡ δʼ ὀξυθήκτῳ βωμία περὶ ξίφει
λύει κελαινὰ βλέφαρα, κωκύσασα μὲν
τοῦ πρὶν θανόντος Μεγαρέως κλεινὸν λάχος,
αὖθις δὲ τοῦδε, λοίσθιον δὲ σοὶ κακὰς
1305πράξεις ἐφυμνήσασα τῷ παιδοκτόνῳ.
Κρέων1306 αἰαῖ αἰαῖ,
ἀνέπταν φόβῳ. τί μʼ οὐκ ἀνταίαν
1308ἔπαισέν τις ἀμφιθήκτῳ ξίφει;
1310δείλαιος ἐγώ, αἰαῖ,
δειλαίᾳ δὲ συγκέκραμαι δύᾳ.
Ἐξάγγελος ὡς αἰτίαν γε τῶνδε κἀκείνων ἔχων
πρὸς τῆς θανούσης τῆσδʼ ἐπεσκήπτου μόρων
Κρέων ποίῳ δὲ κἀπελύσατʼ ἐν φοναῖς τρόπῳ;
Ἐξάγγελος 1315παίσας ὑφʼ ἧπαρ αὐτόχειρ αὑτήν, ὅπως
παιδὸς τόδʼ ᾔσθετʼ ὀξυκώκυτον πάθος.
Κρέωνὤμοι μοι, τάδʼ οὐκ ἐπʼ ἄλλον βροτῶν
ἐμᾶς ἁρμόσει ποτʼ ἐξ αἰτίας.
ἐγὼ γάρ σʼ ἐγὼ ἔκανον, ὢ μέλεος,
1320ἐγώ, φάμʼ ἔτυμον. ἰὼ πρόσπολοι,
ἄγετέ μʼ ὅτι τάχιστʼ, ἄγετέ μʼ ἐκποδών,
1325τὸν οὐκ ὄντα μᾶλλον ἢ μηδένα.
Χορός κέρδη παραινεῖς, εἴ τι κέρδος ἐν κακοῖς.
βράχιστα γὰρ κράτιστα τἀν ποσὶν κακά.
Κρέων1328 ἴτω ἴτω,
φανήτω μόρων ὁ κάλλιστʼ ἔχων
1330ἐμοὶ τερμίαν ἄγων ἁμέραν
ὕπατος· ἴτω ἴτω,
ὅπως μηκέτʼ ἆμαρ ἄλλʼ εἰσίδω.
Χορός1333 μέλλοντα ταῦτα. τῶν προκειμένων τι χρὴ
1335πράσσειν. μέλει γὰρ τῶνδʼ ὅτοισι χρὴ μέλειν.
Κρέων ἀλλʼ ὧν ἐρῶ, τοιαῦτα συγκατηυξάμην.
Χορός μή νυν προσεύχου μηδέν· ὡς πεπρωμένης
οὐκ ἔστι θνητοῖς συμφορᾶς ἀπαλλαγή.
Κρέωνἄγοιτʼ ἂν μάταιον ἄνδρʼ ἐκποδών,
1340ὅς, ὦ παῖ, σέ τʼ οὐχ ἑκὼν κάκτανον
σέ τʼ αὖ τάνδʼ, ὤμοι μέλεος, οὐδʼ ἔχω
1342ὅπᾳ πρὸς πότερα κλιθῶ· πάντα γὰρ
1345λέχρια τἀν χεροῖν, τὰ δʼ ἐπὶ κρατί μοι
πότμος δυσκόμιστος εἰσήλατο.
Χορόςπολλῷ τὸ φρονεῖν εὐδαιμονίας
1348πρῶτον ὑπάρχει. χρὴ δὲ τά γʼ εἰς θεοὺς
1350μηδὲν ἀσεπτεῖν. μεγάλοι δὲ λόγοι
μεγάλας πληγὰς τῶν ὑπεραύχων
ἀποτίσαντες
γήρᾳ τὸ φρονεῖν ἐδίδαξαν.