11Ἔξοδος Soph. Oid. T.

1223Ἐξάγγελος γῆς μέγιστα τῆσδʼ ἀεὶ τιμώμενοι,

οἷʼ, ἔργʼ ἀκούσεσθʼ, οἷα δʼ εἰσόψεσθʼ, ὅσον δʼ

1225ἀρεῖσθε πένθος, εἴπερ ἐγγενῶς ἔτι

τῶν Λαβδακείων ἐντρέπεσθε δωμάτων.

οἶμαι γὰρ οὔτʼ ἂν Ἴστρον οὔτε Φᾶσιν ἂν

νίψαι καθαρμῷ τήνδε τὴν στέγην, ὅσα

κεύθει, τὰ δʼ αὐτίκʼ εἰς τὸ φῶς φανεῖ κακὰ

1230ἑκόντα κοὐκ ἄκοντα. τῶν δὲ πημονῶν

μάλιστα λυποῦσʼ αἳ φανῶσʼ αὐθαίρετοι.

Χορός λείπει μὲν οὐδʼ πρόσθεν εἴδομεν τὸ μὴ οὐ

βαρύστονʼ εἶναι· πρὸς δʼ ἐκείνοισιν τί φῄς;

Ἐξάγγελος μὲν τάχιστος τῶν λόγων εἰπεῖν τε καὶ

1235μαθεῖν, τέθνηκε θεῖον Ἰοκάστης κάρα.

Χορός δυστάλαινα, πρὸς τίνος ποτʼ αἰτίας;

Ἐξάγγελος αὐτὴ πρὸς αὑτῆς. τῶν δὲ πραχθέντων τὰ μὲν

ἄλγιστʼ ἄπεστιν· γὰρ ὄψις οὐ πάρα.

ὅμως δʼ, ὅσον γε κἀν ἐμοὶ μνήμης ἔνι,

1240πεύσει τὰ κείνης ἀθλίας παθήματα.

ὅπως γὰρ ὀργῇ χρωμένη παρῆλθʼ ἔσω

θυρῶνος, ἵετʼ εὐθὺ πρὸς τὰ νυμφικὰ

λέχη, κόμην σπῶσʼ ἀμφιδεξίοις ἀκμαῖς.

πύλας δʼ, ὅπως εἰσῆλθʼ, ἐπιρράξασʼ ἔσω

1245καλεῖ τὸν ἤδη Λάϊον πάλαι νεκρόν,

μνήμην παλαιῶν σπερμάτων ἔχουσʼ, ὑφʼ ὧν

θάνοι μὲν αὐτός, τὴν δὲ τίκτουσαν λίποι

τοῖς οἷσιν αὐτοῦ δύστεκνον παιδουργίαν.

γοᾶτο δʼ εὐνάς, ἔνθα δύστηνος διπλοῦς

1250ἐξ ἀνδρὸς ἄνδρα καὶ τέκνʼ ἐκ τέκνων τέκοι.

χὤπως μὲν ἐκ τῶνδʼ οὐκέτʼ οἶδʼ ἀπόλλυται·

βοῶν γὰρ εἰσέπαισεν Οἰδίπους, ὑφʼ οὗ

οὐκ ἦν τὸ κείνης ἐκθεάσασθαι κακόν,

ἀλλʼ εἰς ἐκεῖνον περιπολοῦντʼ ἐλεύσσομεν.

1255φοιτᾷ γὰρ ἡμᾶς ἔγχος ἐξαιτῶν πορεῖν,

γυναῖκά τʼ οὐ γυναῖκα, μητρῴαν δʼ ὅπου

κίχοι διπλῆν ἄρουραν οὗ τε καὶ τέκνων.

λυσσῶντι δʼ αὐτῷ δαιμόνων δείκνυσί τις·

οὐδεὶς γὰρ ἀνδρῶν, οἳ παρῆμεν ἐγγύθεν.

1260δεινὸν δʼ ἀύσας ὡς ὑφηγητοῦ τινος

πύλαις διπλαῖς ἐνήλατʼ, ἐκ δὲ πυθμένων

ἔκλινε κοῖλα κλῇθρα κἀμπίπτει στέγῃ.

οὗ δὴ κρεμαστὴν τὴν γυναῖκʼ ἐσείδομεν,

πλεκταῖσιν αἰώραισιν ἐμπεπλεγμένην.

1265 δʼ ὡς ὁρᾷ νιν, δεινὰ βρυχηθεὶς τάλας

χαλᾷ κρεμαστὴν ἀρτάνην. ἐπεὶ δὲ γῇ

ἔκειτο τλήμων, δεινὰ δʼ ἦν τἀνθένδʼ ὁρᾶν.

ἀποσπάσας γὰρ εἱμάτων χρυσηλάτους

περόνας ἀπʼ αὐτῆς, αἷσιν ἐξεστέλλετο,

1270ἄρας ἔπαισεν ἄρθρα τῶν αὑτοῦ κύκλων,

αὐδῶν τοιαῦθʼ, ὁθούνεκʼ οὐκ ὄψοιντό νιν

οὔθʼ οἷʼ ἔπασχεν οὔθʼ ὁποῖʼ ἔδρα κακά,

ἀλλʼ ἐν σκότῳ τὸ λοιπὸν οὓς μὲν οὐκ ἔδει

ὀψοίαθʼ, οὓς δʼ ἔχρῃζεν οὐ γνωσοίατο.

1275τοιαῦτʼ ἐφυμνῶν πολλάκις τε κοὐχ ἅπαξ

ἤρασσʼ ἐπαίρων βλέφαρα. φοίνιαι δʼ ὁμοῦ

γλῆναι γένειʼ ἔτελλον, οὐδʼ ἀνίεσαν

φόνου μυδώσας σταγόνας, ἀλλʼ ὁμοῦ μέλας

ὄμβρος χαλάζης αἱματοῦς ἐτέγγετο.

1279aτάδʼ ἐκ δυοῖν ἔρρωγεν, οὐ μόνου κάτα,

1280ἀλλʼ ἀνδρὶ καὶ γυναικὶ συμμιγῆ κακά.

πρὶν παλαιὸς δʼ ὄλβος ἦν πάροιθε μὲν

ὄλβος δικαίως· νῦν δὲ τῇδε θἠμέρᾳ

στεναγμός, ἄτη, θάνατος, αἰσχύνη, κακῶν

ὅσʼ ἐστὶ πάντων ὀνόματʼ, οὐδέν ἐστʼ ἀπόν.

Χορός 1285νῦν δʼ ἔσθʼ τλήμων ἐν τίνι σχολῇ κακοῦ;

Ἐξάγγελος βοᾷ διοίγειν κλῇθρα καὶ δηλοῦν τινα

τοῖς πᾶσι Καδμείοισι τὸν πατροκτόνον,

τὸν μητέρʼαὐδῶν ἀνόσιʼ οὐδὲ ῥητά μοι,

1290ὡς ἐκ χθονὸς ῥίψων ἑαυτὸν οὐδʼ ἔτι

μενῶν δόμοις ἀραῖος, ὡς ἠράσατο.

ῥώμης γε μέντοι καὶ προηγητοῦ τινος

δεῖται· τὸ γὰρ νόσημα μεῖζον φέρειν.

δείξει δὲ καὶ σοί· κλῇθρα γὰρ πυλῶν τάδε

1295διοίγεται· θέαμα δʼ εἰσόψει τάχα

τοιοῦτον οἷον καὶ στυγοῦντʼ ἐποικτίσαι.

1297Χορός δεινὸν ἰδεῖν πάθος ἀνθρώποις,

δεινότατον πάντων ὅσʼ ἐγὼ

προσέκυρσʼ ἤδη. τίς σʼ, τλῆμον,

1300προσέβη μανία; τίς πηδήσας

μείζονα δαίμων τῶν μακίστων

πρὸς σῇ δυσδαίμονι μοίρᾳ;

φεῦ φεῦ, δύστανʼ·

ἀλλʼ οὐδʼ ἐσιδεῖν δύναμαί σε, θέλων

1305πόλλʼ ἀνερέσθαι, πολλὰ πυθέσθαι,

πολλὰ δʼ ἀθρῆσαι·

τοίαν φρίκην παρέχεις μοι.

Οἰδίπους αἰαῖ αἰαῖ, δύστανος ἐγώ,

ποῖ γᾶς φέρομαι τλάμων; πᾷ μοι

1310φθογγὰ διαπωτᾶται φοράδην;

ἰὼ δαῖμον, ἵνʼ ἐξήλλου.

Χορός ἐς δεινὸν οὐδʼ ἀκουστὸν οὐδʼ ἐπόψιμον.

1313Οἰδίπουςἰὼ σκότου

νέφος ἐμὸν ἀπότροπον, ἐπιπλόμενον ἄφατον,

1315ἀδάματόν τε καὶ δυσούριστον ὄν.

οἴμοι,

οἴμοι μάλʼ αὖθις· οἷον εἰσέδυ μʼ ἅμα

κέντρων τε τῶνδʼ οἴστρημα καὶ μνήμη κακῶν.

Χορός καὶ θαῦμά γʼ οὐδὲν ἐν τοσοῖσδε πήμασιν

1320διπλᾶ σε πενθεῖν καὶ διπλᾶ φορεῖν κακά.

1321Οἰδίπουςἰὼ φίλος,

σὺ μὲν ἐμὸς ἐπίπολος ἔτι μόνιμος· ἔτι γὰρ

ὑπομένεις με τὸν τυφλὸν κηδεύων.

φεῦ φεῦ.

1325οὐ γάρ με λήθεις, ἀλλὰ γιγνώσκω σαφῶς,

καίπερ σκοτεινός, τήν γε σὴν αὐδὴν ὅμως.

Χορός δεινὰ δράσας, πῶς ἔτλης τοιαῦτα σὰς

ὄψεις μαρᾶναι; τίς σʼ ἐπῆρε δαιμόνων;

ΟἰδίπουςἈπόλλων τάδʼ ἦν, Ἀπόλλων, φίλοι,

1330 κακὰ κακὰ τελῶν ἐμὰ τάδʼ ἐμὰ πάθεα.

ἔπαισε δʼ αὐτόχειρ νιν οὔτις, ἀλλʼ ἐγὼ τλάμων.

τί γὰρ ἔδει μʼ ὁρᾶν,

1335ὅτῳ γʼ ὁρῶντι μηδὲν ἦν ἰδεῖν γλυκύ;

Χορός ἦν τᾷδʼ ὅπωσπερ καὶ σύ φῄς.

Οἰδίπους τί δῆτʼ ἐμοὶ βλεπτὸν

στερκτὸν προσήγορον

ἔτʼ ἔστʼ ἀκούειν ἡδονᾷ φίλοι;

1340ἀπάγετʼ ἐκτόπιον ὅ τι τάχιστά με,

ἀπάγετʼ, φίλοι, τὸν μέγʼ ὀλέθριον

τὸν καταρατότατον, ἔτι δὲ καὶ θεοῖς

1345ἐχθρότατον βροτῶν.

Χορός δείλαιε τοῦ νοῦ τῆς τε συμφορᾶς ἴσον,

ὡς σʼ ἠθέλησα μηδέ γʼ ἂν γνῶναί ποτε.

Οἰδίπουςὄλοιθʼ ὅστις ἦν, ὃς ἀγρίας πέδας

1350μονάδʼ ἐπιποδίας ἔλυσʼ μʼ ἀπό τε φόνου

ἔρυτο κἀνέσωσεν, οὐδὲν εἰς χάριν πράσσων.

τότε γὰρ ἂν θανὼν

1355οὐκ φίλοισιν οὐδʼ ἐμοὶ τοσόνδʼ ἄχος.

Χορός θέλοντι κἀμοὶ τοῦτʼ ἂν ἦν.

Οἰδίπους οὔκουν πατρός γʼ ἂν φονεὺς

ἦλθον οὐδὲ νυμφίος

βροτοῖς ἐκλήθην ὧν ἔφυν ἄπο.

1360νῦν δʼ ἄθεος μέν εἰμʼ, ἀνοσίων δὲ παῖς,

ὁμολεχὴς δʼ ἀφʼ ὧν αὐτὸς ἔφυν τάλας.

1365εἰ δέ τι πρεσβύτερον ἔτι κακοῦ κακόν,

τοῦτʼ ἔλαχʼ Οἰδίπους.

1367Χορόςοὐκ οἶδʼ ὅπως σε φῶ βεβουλεῦσθαι καλῶς·

κρείσσων γὰρ ἦσθα μηκέτʼ ὢν ζῶν τυφλός.

Οἰδίπους ὡς μὲν τάδʼ οὐχ ὧδʼ ἔστʼ ἄριστʼ εἰργασμένα,

1370μή μʼ ἐκδίδασκε, μηδὲ συμβούλευʼ ἔτι.

ἐγὼ γὰρ οὐκ οἶδʼ ὄμμασιν ποίοις βλέπων

πατέρα ποτʼ ἂν προσεῖδον εἰς Ἅιδου μολὼν

οὐδʼ αὖ τάλαιναν μητέρʼ, οἷν ἐμοὶ δυοῖν

ἔργʼ ἐστὶ κρείσσονʼ ἀγχόνης εἰργασμένα.

1375ἀλλʼ τέκνων δῆτʼ ὄψις ἦν ἐφίμερος,

βλαστοῦσʼ ὅπως ἔβλαστε, προσλεύσσειν ἐμοί;

οὐ δῆτα τοῖς γʼ ἐμοῖσιν ὀφθαλμοῖς ποτε·

οὐδʼ ἄστυ γʼ οὐδὲ πύργος οὐδὲ δαιμόνων

ἀγάλμαθʼ ἱερά, τῶν παντλήμων ἐγὼ

1380κάλλιστʼ ἀνὴρ εἷς ἔν γε ταῖς Θήβαις τραφεὶς

ἀπεστέρησʼ ἐμαυτόν, αὐτὸς ἐννέπων

ὠθεῖν ἅπαντας τὸν ἀσεβῆ, τὸν ἐκ θεῶν

φανέντʼ ἄναγνον καὶ γένους τοῦ Λαΐου.

τοιάνδʼ ἐγὼ κηλῖδα μηνύσας ἐμὴν

1385ὀρθοῖς ἔμελλον ὄμμασιν τούτους ὁρᾶν;

ἥκιστά γʼ· ἀλλʼ εἰ τῆς ἀκουούσης ἔτʼ ἦν

πηγῆς διʼ ὤτων φραγμός, οὐκ ἂν ἐσχόμην

τὸ μὴ ἀποκλῇσαι τοὐμὸν ἄθλιον δέμας,

ἵνʼ τυφλός τε καὶ κλύων μηδέν· τὸ γὰρ

1390τὴν φροντίδʼ ἔξω τῶν κακῶν οἰκεῖν γλυκύ.

ἰὼ Κιθαιρών, τί μʼ ἐδέχου; τί μʼ οὐ λαβὼν

ἔκτεινας εὐθύς, ὡς ἔδειξα μήποτε

ἐμαυτὸν ἀνθρώποισιν ἔνθεν γεγώς;

Πόλυβε καὶ Κόρινθε καὶ τὰ πάτρια

1395λόγῳ παλαιὰ δώμαθʼ, οἷον ἆρά με

κάλλος κακῶν ὕπουλον ἐξεθρέψατε·

νῦν γὰρ κακός τʼ ὢν κἀκ κακῶν εὑρίσκομαι.

τρεῖς κέλευθοι καὶ κεκρυμμένη νάπη

δρυμός τε καὶ στενωπὸς ἐν τριπλαῖς ὁδοῖς,

1400αἳ τοὐμὸν αἷμα τῶν ἐμῶν χειρῶν ἄπο

ἐπίετε πατρός, ἆρά μου μέμνησθʼ ἔτι

οἷʼ ἔργα δράσας ὑμὶν εἶτα δεῦρʼ ἰὼν

ὁποῖʼ ἔπρασσον αὖθις; γάμοι γάμοι,

ἐφύσαθʼ ἡμᾶς, καὶ φυτεύσαντες πάλιν

1405ἀνεῖτε ταὐτοῦ σπέρμα, κἀπεδείξατε

πατέρας, ἀδελφούς, παῖδας, αἷμʼ ἐμφύλιον,

νύμφας, γυναῖκας μητέρας τε, χὠπόσα

αἴσχιστʼ ἐν ἀνθρώποισιν ἔργα γίγνεται.

ἀλλʼ οὐ γὰρ αὐδᾶν ἔσθʼ μηδὲ δρᾶν καλόν,

1410ὅπως τάχιστα πρὸς θεῶν ἔξω μέ που

καλύψατʼ φονεύσατʼ θαλάσσιον

ἐκρίψατʼ, ἔνθα μήποτʼ εἰσόψεσθʼ ἔτι.

ἴτʼ, ἀξιώσατʼ ἀνδρὸς ἀθλίου θιγεῖν.

πίθεσθε, μὴ δείσητε· τἀμὰ γὰρ κακὰ

1415οὐδεὶς οἷός τε πλὴν ἐμοῦ φέρειν βροτῶν.

Χορός ἀλλʼ ὧν ἐπαιτεῖς εἰς δέον πάρεσθʼ ὅδε

Κρέων τὸ πράσσειν καὶ τὸ βουλεύειν, ἐπεὶ

χώρας λέλειπται μοῦνος ἀντὶ σοῦ φύλαξ.

Οἰδίπους οἴμοι, τί δῆτα λέξομεν πρὸς τόνδʼ ἔπος;

1420τίς μοι φανεῖται πίστις ἔνδικος; τὰ γὰρ

πάρος πρὸς αὐτὸν πάντʼ ἐφεύρημαι κακός.

Κρέων οὐχ ὡς γελαστής, Οἰδίπους, ἐλήλυθα,

οὐδʼ ὡς ὀνειδιῶν τι τῶν πάρος κακῶν.

ἀλλʼ εἰ τὰ θνητῶν μὴ καταισχύνεσθʼ ἔτι

1425γένεθλα, τὴν γοῦν πάντα βόσκουσαν φλόγα

αἰδεῖσθʼ ἄνακτος Ἡλίου, τοιόνδʼ ἄγος

ἀκάλυπτον οὕτω δεικνύναι, τὸ μήτε γῆ

μήτʼ ὄμβρος ἱερὸς μήτε φῶς προσδέξεται.

ἀλλʼ ὡς τάχιστʼ ἐς οἶκον ἐσκομίζετε·

1430τοῖς ἐν γένει γὰρ τἀγγενῆ μάλισθʼ ὁρᾶν

μόνοις τʼ ἀκούειν εὐσεβῶς ἔχει κακά.

Οἰδίπους πρὸς θεῶν, ἐπείπερ ἐλπίδος μʼ ἀπέσπασας,

ἄριστος ἐλθὼν πρὸς κάκιστον ἄνδρʼ ἐμέ,

πιθοῦ τί μοι· πρὸς σοῦ γὰρ οὐδʼ ἐμοῦ φράσω.

Κρέων 1435καὶ τοῦ με χρείας ὧδε λιπαρεῖς τυχεῖν;

Οἰδίπους ῥῖψόν με γῆς ἐκ τῆσδʼ ὅσον τάχισθʼ, ὅπου

θνητῶν φανοῦμαι μηδενὸς προσήγορος.

Κρέων ἔδρασʼ ἂν εὖ τοῦτʼ ἴσθʼ ἄν, εἰ μὴ τοῦ θεοῦ

πρώτιστʼ ἔχρῃζον ἐκμαθεῖν τί πρακτέαν.

Οἰδίπους 1440ἀλλʼ γʼ ἐκείνου πᾶσʼ ἐδηλώθη φάτις,

τὸν πατροφόντην, τὸν ἀσεβῆ μʼ ἀπολλύναι.

Κρέων οὕτως ἐλέχθη ταῦθʼ· ὅμως δʼ ἵνʼ ἕσταμεν

χρείας, ἄμεινον ἐκμαθεῖν τι δραστέον.

Οἰδίπους οὕτως ἄρʼ ἀνδρὸς ἀθλίου πεύσεσθʼ ὕπερ;

Κρέων 1445καὶ γὰρ σὺ νῦν τἂν τῷ θεῷ πίστιν φέροις.

Οἰδίπους καὶ σοί γʼ ἐπισκήπτω τε καὶ προστέψομαι,

τῆς μὲν κατʼ οἴκους αὐτὸς ὃν θέλεις τάφον

θοῦ· καὶ γὰρ ὀρθῶς τῶν γε σῶν τελεῖς ὕπερ·

ἐμοῦ δὲ μήποτʼ ἀξιωθήτω τόδε

1450πατρῷον ἄστυ ζῶντος οἰκητοῦ τυχεῖν,

ἀλλʼ ἔα με ναίειν ὄρεσιν, ἔνθα κλῄζεται

οὑμὸς Κιθαιρὼν οὗτος, ὃν μήτηρ τέ μοι

πατήρ τʼ ἐθέσθην ζῶντε κύριον τάφον,

ἵνʼ ἐξ ἐκείνων, οἵ μʼ ἀπωλλύτην, θάνω.

1455καίτοι τοσοῦτόν γʼ οἶδα, μήτε μʼ ἂν νόσον

μήτʼ ἄλλο πέρσαι μηδέν· οὐ γὰρ ἄν ποτε

θνῄσκων ἐσώθην, μὴ ʼπί τῳ δεινῷ κακῷ.

ἀλλʼ μὲν ἡμῶν μοῖρʼ, ὅποιπερ εἶσʼ, ἴτω·

παίδων δὲ τῶν μὲν ἀρσένων μή μοι, Κρέων,

1460προσθῇ μέριμναν· ἄνδρες εἰσίν, ὥστε μὴ

σπάνιν ποτὲ σχεῖν, ἔνθʼ ἂν ὦσι, τοῦ βίου·

ταῖν δʼ ἀθλίαιν οἰκτραῖν τε παρθένοιν ἐμαῖν,

αἷν οὔποθʼ ἡμὴ χωρὶς ἐστάθη βορᾶς

τράπεζʼ ἄνευ τοῦδʼ ἀνδρός, ἀλλʼ ὅσων ἐγὼ

1465ψαύοιμι, πάντων τῶνδʼ ἀεὶ μετειχέτην·

αἷν μοι μέλεσθαι· καὶ μάλιστα μὲν χεροῖν

ψαῦσαί μʼ ἔασον κἀποκλαύσασθαι κακά.

ἴθʼ ὦναξ,

ἴθʼ γονῇ γενναῖε· χερσί τἂν θιγὼν

1470δοκοῖμʼ ἔχειν σφᾶς, ὥσπερ ἡνίκʼ ἔβλεπον.

τί φημί;

οὐ δὴ κλύω που πρὸς θεῶν τοῖν μοι φίλοιν

δακρυρροούντοιν, καί μʼ ἐποικτίρας Κρέων

ἔπεμψέ μοι τὰ φίλτατʼ ἐκγόνοιν ἐμοῖν;

1475λέγω τι;

Κρέων λέγεις· ἐγὼ γὰρ εἰμʼ πορσύνας τάδε,

γνοὺς τὴν παροῦσαν τέρψιν, σʼ εἶχεν πάλαι.

Οἰδίπους ἀλλʼ εὐτυχοίης, καί σε τῆσδε τῆς ὁδοῦ

δαίμων ἄμεινον ʼμὲ φρουρήσας τύχοι.

1480 τέκνα, ποῦ ποτʼ ἐστέ; δεῦρʼ ἴτʼ, ἔλθετε

ὡς τὰς ἀδελφὰς τάσδε τὰς ἐμὰς χέρας,

αἳ τοῦ φυτουργοῦ πατρὸς ὑμὶν ὧδʼ ὁρᾶν

τὰ πρόσθε λαμπρὰ προυξένησαν ὄμματα·

ὃς ὑμίν, τέκνʼ, οὔθʼ ὁρῶν οὔθʼ ἱστορῶν

1485πατὴρ ἐφάνθην ἔνθεν αὐτὸς ἠρόθην.

καὶ σφὼ δακρύω· προσβλέπειν γὰρ οὐ σθένω·

νοούμενος τὰ λοιπὰ τοῦ πικροῦ βίου,

οἷον βιῶναι σφὼ πρὸς ἀνθρώπων χρεών.

ποίας γὰρ ἀστῶν ἥξετʼ εἰς ὁμιλίας,

1490ποίας δʼ ἑορτάς, ἔνθεν οὐ κεκλαυμέναι

πρὸς οἶκον ἵξεσθʼ ἀντὶ τῆς θεωρίας;

ἀλλʼ ἡνίκʼ ἂν δὴ πρὸς γάμων ἥκητʼ ἀκμάς,

τίς οὗτος ἔσται, τίς παραρρίψει, τέκνα,

τοιαῦτʼ ὀνείδη λαμβάνων, ταῖς ἐμαῖς

1495γοναῖσιν ἔσται σφῷν θʼ ὁμοῦ δηλήματα;

τί γὰρ κακῶν ἄπεστι; τὸν πατέρα πατὴρ

ὑμῶν ἔπεφνε· τὴν τεκοῦσαν ἤροσεν,

ὅθεν περ αὐτὸς ἐσπάρη, κἀκ τῶν ἴσων

ἐκτήσαθʼ ὑμᾶς, ὧνπερ αὐτὸς ἐξέφυ.

1500τοιαῦτʼ ὀνειδιεῖσθε· κᾆτα τίς γαμεῖ;

οὐκ ἔστιν οὐδείς, τέκνʼ, ἀλλὰ δηλαδὴ

χέρσους φθαρῆναι κἀγάμους ὑμᾶς χρεών.

παῖ Μενοικέως, ἀλλʼ ἐπεὶ μόνος πατὴρ

ταύταιν λέλειψαι, νὼ γάρ, ʼφυτεύσαμεν,

1505ὀλώλαμεν δύʼ ὄντε, μή σφε περιίδῃς

πτωχὰς ἀνάνδρους ἐκγενεῖς ἀλωμένας,

μηδʼ ἐξισώσῃς τάσδε τοῖς ἐμοῖς κακοῖς.

ἀλλʼ οἴκτισόν σφας, ὧδε τηλικάσδʼ ὁρῶν

πάντων ἐρήμους, πλὴν ὅσον τὸ σὸν μέρος.

1510ξύννευσον, γενναῖε, σῇ ψαύσας χερί.

σφῷν δʼ, τέκνʼ, εἰ μὲν εἰχέτην ἤδη φρένας,

πόλλʼ ἂν παρῄνουν· νῦν δὲ τοῦτʼ εὔχεσθέ μοι,

οὗ καιρὸς ἐᾷ ζῆν, τοῦ βίου δὲ λῴονος

ὑμᾶς κυρῆσαι τοῦ φυτεύσαντος πατρός.

Κρέων 1515ἅλις ἵνʼ ἐξήκεις δακρύων· ἀλλʼ ἴθι στέγης ἔσω.

1516Οἰδίπουςπειστέον, κεἰ μηδὲν ἡδύ. Κρέων πάντα γὰρ καιρῷ καλά.

Οἰδίπους οἶσθʼ ἐφʼ οἷς οὖν εἶμι; Κρέων λέξεις, καὶ τότʼ εἴσομαι κλύων.

Οἰδίπους γῆς μʼ ὅπως πέμψεις ἄποικον. Κρέων τοῦ θεοῦ μʼ αἰτεῖς δόσιν.

Οἰδίπους ἀλλὰ θεοῖς γʼ ἔχθιστος ἥκω. Κρέων τοιγαροῦν τεύξει τάχα.

Οἰδίπους 1520φῂς τάδʼ οὖν; Κρέων μὴ φρονῶ γὰρ οὐ φιλῶ λέγειν μάτην.

Οἰδίπους ἄπαγέ νύν μʼ ἐντεῦθεν ἤδη. Κρέων στεῖχέ νυν, τέκνων δʼ ἀφοῦ.

Οἰδίπους μηδαμῶς ταύτας γʼ ἕλῃ μου. Κρέων πάντα μὴ βούλου κρατεῖν·

καὶ γὰρ ἁκράτησας οὔ σοι τῷ βίῳ ξυνέσπετο.

Χορός πάτρας Θήβης ἔνοικοι, λεύσσετʼ, Οἰδίπους ὅδε,

1525ὃς τὰ κλείνʼ αἰνίγματʼ ᾔδει καὶ κράτιστος ἦν ἀνήρ,

οὗ τίς οὐ ζήλῳ πολιτῶν ἦν τύχαις ἐπιβλέπων,

εἰς ὅσον κλύδωνα δεινῆς συμφορᾶς ἐλήλυθεν.

ὥστε θνητὸν ὄντα κείνην τὴν τελευταίαν ἰδεῖν

ἡμέραν ἐπισκοποῦντα μηδένʼ ὀλβίζειν, πρὶν ἂν

1530τέρμα τοῦ βίου περάσῃ μηδὲν ἀλγεινὸν παθών.