2 Πάροδος Soph. Oid. T.
151ὦ Διὸς ἁδυεπὲς φάτι, τίς ποτε τᾶς πολυχρύσου
Πυθῶνος ἀγλαὰς ἔβας
Θήβας; ἐκτέταμαι φοβερὰν φρένα, δείματι πάλλων,
ἰήιε Δάλιε Παιάν,
155ἀμφὶ σοὶ ἁζόμενος τί μοι ἢ νέον
ἢ περιτελλομέναις ὥραις πάλιν ἐξανύσεις χρέος.
εἰπέ μοι, ὦ χρυσέας τέκνον Ἐλπίδος, ἄμβροτε Φάμα.
160πρῶτα σὲ κεκλόμενος, θύγατερ Διός, ἄμβροτʼ Ἀθάνα
γαιάοχόν τʼ ἀδελφεὰν
Ἄρτεμιν, ἃ κυκλόεντʼ ἀγορᾶς θρόνον εὐκλέα θάσσει,
καὶ Φοῖβον ἑκαβόλον, ἰὼ
τρισσοὶ ἀλεξίμοροι προφάνητέ μοι,
165εἴ ποτε καὶ προτέρας ἄτας ὕπερ ὀρνυμένας πόλει
ἠνύσατʼ ἐκτοπίαν φλόγα πήματος, ἔλθετε καὶ νῦν.
ὦ πόποι, ἀνάριθμα γὰρ φέρω
170πήματα· νοσεῖ δέ μοι πρόπας στόλος, οὐδʼ ἔνι φροντίδος ἔγχος
ᾧ τις ἀλέξεται. οὔτε γὰρ ἔκγονα
κλυτᾶς χθονὸς αὔξεται οὔτε τόκοισιν
ἰηίων καμάτων ἀνέχουσι γυναῖκες·
175ἄλλον δʼ ἂν ἄλλῳ προσίδοις ἅπερ εὔπτερον ὄρνιν
κρεῖσσον ἀμαιμακέτου πυρὸς ὄρμενον
ἀκτὰν πρὸς ἑσπέρου θεοῦ.
ὧν πόλις ἀνάριθμος ὄλλυται·
180νηλέα δὲ γένεθλα πρὸς πέδῳ θαναταφόρα κεῖται ἀνοίκτως·
ἐν δʼ ἄλοχοι πολιαί τʼ ἔπι ματέρες
ἀχὰν παραβώμιον ἄλλοθεν ἄλλαν
λυγρῶν πόνων ἱκετῆρες ἐπιστενάχουσιν.
185παιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος
ὧν ὕπερ, ὦ χρυσέα θύγατερ Διός,
εὐῶπα πέμψον ἀλκάν.
190Ἄρεά τε τὸν μαλερόν, ὃς νῦν ἄχαλκος ἀσπίδων
φλέγει με περιβόατον, ἀντιάζω
παλίσσυτον δράμημα νωτίσαι πάτρας
ἔπουρον, εἴτʼ ἐς μέγαν θάλαμον Ἀμφιτρίτας
195εἴτʼ ἐς τὸν ἀπόξενον ὅρμων
Θρῄκιον κλύδωνα·
τελεῖν γὰρ εἴ τι νὺξ ἀφῇ,
τοῦτʼ ἐπʼ ἦμαρ ἔρχεται·
τόν, ὦ τᾶν πυρφόρων
200ἀστραπᾶν κράτη νέμων,
ὦ Ζεῦ πάτερ, ὑπὸ σῷ φθίσον κεραυνῷ,
Λύκειʼ ἄναξ, τά τε σὰ χρυσοστρόφων ἀπʼ ἀγκυλᾶν
βέλεα θέλοιμʼ ἂν ἀδάματʼ ἐνδατεῖσθαι
205ἀρωγὰ προσταχθέντα τάς τε πυρφόρους
Ἀρτέμιδος αἴγλας, ξὺν αἷς Λύκιʼ ὄρεα διᾴσσει·
τὸν χρυσομίτραν τε κικλήσκω,
210τᾶσδʼ ἐπώνυμον γᾶς,
οἰνῶπα Βάκχον εὔιον,
Μαινάδων ὁμόστολον,
πελασθῆναι φλέγοντʼ
ἀγλαῶπι — ◡ —
215πεύκᾳ ʼπὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν.