5 Ἐπεισόδιον δεύτερον Soph. Oid. T.
513Κρέωνἄνδρες πολῖται, δείνʼ ἔπη πεπυσμένος
κατηγορεῖν μου τὸν τύραννον Οἰδίπουν,
515πάρειμʼ ἀτλητῶν. εἰ γὰρ ἐν ταῖς ξυμφοραῖς
ταῖς νῦν νομίζει πρός γʼ ἐμοῦ πεπονθέναι
λόγοισιν εἴτʼ ἔργοισιν εἰς βλάβην φέρον,
οὔτοι βίου μοι τοῦ μακραίωνος πόθος,
φέροντι τήνδε βάξιν. οὐ γὰρ εἰς ἁπλοῦν
520ἡ ζημία μοι τοῦ λόγου τούτου φέρει,
ἀλλʼ ἐς μέγιστον, εἰ κακὸς μὲν ἐν πόλει,
κακὸς δὲ πρὸς σοῦ καὶ φίλων κεκλήσομαι.
Χορός ἀλλʼ ἦλθε μὲν δὴ τοῦτο τοὔνειδος τάχʼ ἂν
ὀργῇ βιασθὲν μᾶλλον ἢ γνώμῃ φρενῶν.
Κρέων 525τοὔπος δʼ ἐφάνθη, ταῖς ἐμαῖς γνώμαις ὅτι
πεισθεὶς ὁ μάντις τοὺς λόγους ψευδεῖς λέγοι;
Χορός ηὐδᾶτο μὲν τάδʼ, οἶδα δʼ οὐ γνώμῃ τίνι.
Κρέων ἐξ ὀμμάτων δʼ ὀρθῶν τε κἀξ ὀρθῆς φρενὸς
κατηγορεῖτο τοὐπίκλημα τοῦτό μου;
Χορός 530οὐκ οἶδʼ· ἃ γὰρ δρῶσʼ, οἱ κρατοῦντες οὐχ ὁρῶ.
αὐτὸς δʼ ὅδʼ ἤδη δωμάτων ἔξω περᾷ.
Οἰδίπους οὗτος σύ, πῶς δεῦρʼ ἦλθες; ἦ τοσόνδʼ ἔχεις
τόλμης πρόσωπον ὥστε τὰς ἐμὰς στέγας
ἵκου, φονεὺς ὢν τοῦδε τἀνδρὸς ἐμφανῶς
535λῃστής τʼ ἐναργὴς τῆς ἐμῆς τυραννίδος;
φέρʼ εἰπὲ πρὸς θεῶν, δειλίαν ἢ μωρίαν
ἰδών τινʼ ἔν μοι ταῦτʼ ἐβουλεύσω ποεῖν;
ἢ τοὔργον ὡς οὐ γνωριοῖμί σου τόδε
δόλῳ προσέρπον ἢ οὐκ ἀλεξοίμην μαθών;
540ἆρʼ οὐχὶ μῶρόν ἐστι τοὐγχείρημά σου,
ἄνευ τε πλήθους καὶ φίλων τυραννίδα
θηρᾶν, ὃ πλήθει χρήμασίν θʼ ἁλίσκεται;
Κρέων οἶσθʼ ὡς πόησον; ἀντὶ τῶν εἰρημένων
ἴσʼ ἀντάκουσον, κᾆτα κρῖνʼ αὐτὸς μαθών.
Οἰδίπους 545λέγειν σὺ δεινός, μανθάνειν δʼ ἐγὼ κακὸς
σοῦ· δυσμενῆ γὰρ καὶ βαρύν σʼ ηὕρηκʼ ἐμοί.
Κρέων τοῦτʼ αὐτὸ νῦν μου πρῶτʼ ἄκουσον ὡς ἐρῶ.
Οἰδίπους τοῦτʼ αὐτὸ μή μοι φράζʼ, ὅπως οὐκ εἶ κακός.
Κρέων εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν
550εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς.
Οἰδίπους εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς
δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς.
Κρέων ξύμφημί σοι ταῦτʼ ἔνδικʼ εἰρῆσθαι· τὸ δὲ
πάθημʼ ὁποῖον φὴς παθεῖν, δίδασκέ με.
Οἰδίπους 555ἔπειθες ἢ οὐκ ἔπειθες, ὡς χρείη μʼ ἐπὶ
τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα;
Κρέων καὶ νῦν ἔθʼ αὑτός εἰμι τῷ βουλεύματι.
Οἰδίπους πόσον τινʼ ἤδη δῆθʼ ὁ Λάϊος χρόνον
Κρέων δέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ.
Οἰδίπους 560ἄφαντος ἔρρει θανασίμῳ χειρώματι;
Κρέων μακροὶ παλαιοί τʼ ἂν μετρηθεῖεν χρόνοι.
Οἰδίπους τότʼ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ;
Κρέων σοφός γʼ ὁμοίως κἀξ ἴσου τιμώμενος.
Οἰδίπους ἐμνήσατʼ οὖν ἐμοῦ τι τῷ τότʼ ἐν χρόνῳ;
Κρέων 565οὔκουν ἐμοῦ γʼ ἑστῶτος οὐδαμοῦ πέλας.
Οἰδίπους ἀλλʼ οὐκ ἔρευναν τοῦ κτανόντος ἔσχετε;
Κρέων παρέσχομεν, πῶς δʼ οὐχί; κοὐκ ἠκούσαμεν.
Οἰδίπους πῶς οὖν τόθʼ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε;
Κρέων οὐκ οἶδʼ· ἐφʼ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ.
Οἰδίπους 570τοσόνδε γʼ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν.
Κρέων ποῖον τόδʼ; εἰ γὰρ οἶδά γʼ, οὐκ ἀρνήσομαι.
Οἰδίπους ὁθούνεκʼ, εἰ μὴ σοὶ ξυνῆλθε, τάσδʼ ἐμὰς
οὐκ ἄν ποτʼ εἶπε Λαΐου διαφθοράς.
Κρέων εἰ μὲν λέγει τάδʼ, αὐτὸς οἶσθʼ· ἐγὼ δὲ σοῦ
575μαθεῖν δικαιῶ ταὔθʼ ἅπερ κἀμοῦ σὺ νῦν.
Οἰδίπους ἐκμάνθανʼ· οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι.
Κρέων τί δῆτʼ; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις;
Οἰδίπους ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς.
Κρέων ἄρχεις δʼ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων;
Οἰδίπους 580ἃν ᾖ θέλουσα πάντʼ ἐμοῦ κομίζεται.
Κρέων οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος;
Οἰδίπους ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνει φίλος.
Κρέων οὔκ, εἰ διδοίης γʼ ὡς ἐγὼ σαυτῷ λόγον.
σκέψαι δὲ τοῦτο πρῶτον, εἴ τινʼ ἂν δοκεῖς
585ἄρχειν ἑλέσθαι ξὺν φόβοισι μᾶλλον ἢ
ἄτρεστον εὕδοντʼ, εἰ τά γʼ αὔθʼ ἕξει κράτη.
ἐγὼ μὲν οὖν οὔτʼ αὐτὸς ἱμείρων ἔφυν
τύραννος εἶναι μᾶλλον ἢ τύραννα δρᾶν,
οὔτʼ ἄλλος ὅστις σωφρονεῖν ἐπίσταται.
590νῦν μὲν γὰρ ἐκ σοῦ πάντʼ ἄνευ φόβου φέρω,
εἰ δʼ αὐτὸς ἦρχον, πολλὰ κἂν ἄκων ἔδρων.
πῶς δῆτʼ ἐμοὶ τυραννὶς ἡδίων ἔχειν
ἀρχῆς ἀλύπου καὶ δυναστείας ἔφυ;
οὔπω τοσοῦτον ἠπατημένος κυρῶ
595ὥστʼ ἄλλα χρῄζειν ἢ τὰ σὺν κέρδει καλά.
νῦν πᾶσι χαίρω, νῦν με πᾶς ἀσπάζεται,
νῦν οἱ σέθεν χρῄζοντες ἐκκαλοῦσί με·
τὸ γὰρ τυχεῖν αὐτοῖσι πᾶν ἐνταῦθʼ ἔνι.
πῶς δῆτʼ ἐγὼ κεῖνʼ ἂν λάβοιμʼ ἀφεὶς τάδε;
600οὐκ ἂν γένοιτο νοῦς κακὸς καλῶς φρονῶν.
ἀλλʼ οὔτʼ ἐραστὴς τῆσδε τῆς γνώμης ἔφυν
οὔτʼ ἂν μετʼ ἄλλου δρῶντος ἂν τλαίην ποτέ.
καὶ τῶνδʼ ἔλεγχον τοῦτο μὲν Πυθώδʼ ἰὼν
πεύθου τὰ χρησθέντʼ εἰ σαφῶς ἤγγειλά σοι·
605τοῦτʼ ἄλλʼ, ἐάν με τῷ τερασκόπῳ λάβῃς
κοινῇ τι βουλεύσαντα, μή μʼ ἁπλῇ κτάνῃς
ψήφῳ, διπλῇ δέ, τῇ τʼ ἐμῇ καὶ σῇ, λαβών·
γνώμῃ δʼ ἀδήλῳ μή με χωρὶς αἰτιῶ.
οὐ γὰρ δίκαιον οὔτε τοὺς κακοὺς μάτην
610χρηστοὺς νομίζειν οὔτε τοὺς χρηστοὺς κακούς.
φίλον γὰρ ἐσθλὸν ἐκβαλεῖν ἴσον λέγω
καὶ τὸν παρʼ αὑτῷ βίοτον, ὃν πλεῖστον, φιλεῖ.
ἀλλʼ ἐν χρόνῳ γνώσει τάδʼ ἀσφαλῶς, ἐπεὶ
χρόνος δίκαιον ἄνδρα δείκνυσιν μόνος·
615κακὸν δὲ κἂν ἐν ἡμέρᾳ γνοίης μιᾷ.
Χορός καλῶς ἔλεξεν εὐλαβουμένῳ πεσεῖν,
ἄναξ· φρονεῖν γὰρ οἱ ταχεῖς οὐκ ἀσφαλεῖς.
Οἰδίπους ὅταν ταχύς τις οὑπιβουλεύων λάθρᾳ
χωρῇ, ταχὺν δεῖ κἀμὲ βουλεύειν πάλιν·
620εἰ δʼ ἡσυχάζων προσμενῶ, τὰ τοῦδε μὲν
πεπραγμένʼ ἔσται, τἀμὰ δʼ ἡμαρτημένα.
Κρέων τί δῆτα χρῄζεις; ἦ με γῆς ἔξω βαλεῖν;
Οἰδίπους ἥκιστα· θνῄσκειν, οὐ φυγεῖν σε βούλομαι.
ὡς ἂν προδείξῃς οἷόν ἐστι τὸ φθονεῖν.
Κρέων 625ὡς οὐχ ὑπείξων οὐδὲ πιστεύσων λέγεις; Οἰδίπους …
Κρέων οὐ γὰρ φρονοῦντά σʼ εὖ βλέπω. Οἰδίπους τὸ γοῦν ἐμόν.
Κρέων ἀλλʼ ἐξ ἴσου δεῖ κἀμόν. Οἰδίπους ἀλλʼ ἔφυς κακός.
Κρέων εἰ δὲ ξυνίης μηδέν; Οἰδίπους ἀρκτέον γʼ ὅμως.
Κρέων οὔτοι κακῶς γʼ ἄρχοντος. Οἰδίπους ὦ πόλις πόλις.
Κρέων 630κἀμοὶ πόλεως μέτεστιν, οὐχί σοι μόνῳ.
Χορός παύσασθʼ, ἄνακτες· καιρίαν δʼ ὑμῖν ὁρῶ
τήνδʼ ἐκ δόμων στείχουσαν Ἰοκάστην, μεθʼ ἧς
τὸ νῦν παρεστὸς νεῖκος εὖ θέσθαι χρεών.
Ἰοκάστη τί τὴν ἄβουλον, ὦ ταλαίπωροι, στάσιν
635γλώσσης ἐπήρασθʼ οὐδʼ ἐπαισχύνεσθε γῆς
οὕτω νοσούσης ἴδια κινοῦντες κακά;
οὐκ εἶ σύ τʼ οἴκους σύ τε, Κρέων, κατὰ στέγας,
καὶ μὴ τὸ μηδὲν ἄλγος εἰς μέγʼ οἴσετε;
Κρέων ὅμαιμε, δεινά μʼ Οἰδίπους ὁ σὸς πόσις
640δρᾶσαι δικαιοῖ δυοῖν ἀποκρίνας κακοῖν
ἢ γῆς ἀπῶσαι πατρίδος ἢ κτεῖναι λαβών.
Οἰδίπους ξύμφημι· δρῶντα γάρ νιν, ὦ γύναι, κακῶς
εἴληφα τοὐμὸν σῶμα σὺν τέχνῃ κακῇ.
Κρέων μή νυν ὀναίμην, ἀλλʼ ἀραῖος, εἴ σέ τι
645δέδρακʼ, ὀλοίμην, ὧν ἐπαιτιᾷ με δρᾶν.
Ἰοκάστη ὦ πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε,
μάλιστα μὲν τόνδʼ ὅρκον αἰδεσθεὶς θεῶν,
ἔπειτα κἀμὲ τούσδε θʼ οἳ πάρεισί σοι.
649Χορόςπιθοῦ θελήσας φρονήσας τʼ, ἄναξ, λίσσομαι.
Οἰδίπους 650τί σοι θέλεις δῆτʼ εἰκάθω;
Χορός τὸν οὔτε πρὶν νήπιον νῦν τʼ ἐν ὅρκῳ μέγαν καταίδεσαι.
Οἰδίπους οἶσθʼ οὖν ἃ χρῄζεις;
Χορός οἶδα.
Οἰδίπους φράζε δὴ τί φής.
Χορός 655τὸν ἐναγῆ φίλον μήποτʼ ἐν αἰτίᾳ
σὺν ἀφανεῖ λόγῳ σʼ ἄτιμον βαλεῖν.
Οἰδίπους εὖ νυν ἐπίστω, ταῦθʼ ὅταν ζητῇς, ἐμοὶ
ζητῶν ὄλεθρον ἢ φυγὴν ἐκ τῆσδε γῆς.
660οὐ τὸν πάντων θεῶν θεὸν πρόμον
Ἅλιον· ἐπεὶ ἄθεος ἄφιλος ὅ τι πύματον
ὀλοίμαν, φρόνησιν εἰ τάνδʼ ἔχω.
665ἀλλά μοι δυσμόρῳ γᾶ φθινὰς
τρύχει ψυχάν, τάδʼ εἰ κακοῖς κακὰ
προσάψει τοῖς πάλαι τὰ πρὸς σφῷν.
Οἰδίπους ὁ δʼ οὖν ἴτω, κεἰ χρή με παντελῶς θανεῖν
670ἢ γῆς ἄτιμον τῆσδʼ ἀπωσθῆναι βίᾳ.
τὸ γὰρ σόν, οὐ τὸ τοῦδʼ, ἐποικτίρω στόμα
ἐλεινόν· οὗτος δʼ ἔνθʼ ἂν ᾖ στυγήσεται.
Κρέων στυγνὸς μὲν εἴκων δῆλος εἶ, βαρὺς δʼ, ὅταν
θυμοῦ περάσῃς· αἱ δὲ τοιαῦται φύσεις
675αὑταῖς δικαίως εἰσὶν ἄλγισται φέρειν.
Οἰδίπους οὔκουν μʼ ἐάσεις κἀκτὸς εἶ;
Κρέων πορεύσομαι,
σοῦ μὲν τυχὼν ἀγνῶτος, ἐν δὲ τοῖσδʼ ἴσος.
679γύναι, τί μέλλεις κομίζειν δόμων τόνδʼ ἔσω;
Ἰοκάστη 680μαθοῦσά γʼ ἥτις ἡ τύχη.
Χορός δόκησις ἀγνὼς λόγων ἦλθε, δάπτει δὲ καὶ τὸ μὴ ʼνʼδικον.
Ἰοκάστη ἀμφοῖν ἀπʼ αὐτοῖν;
Χορός ναίχι.
Ἰοκάστη καὶ τίς ἦν λόγος;
Χορός 685ἅλις ἔμοιγʼ, ἅλις, γᾶς προπονουμένας,
φαίνεται ἔνθʼ ἔληξεν αὐτοῦ μένειν.
Οἰδίπους ὁρᾷς ἵνʼ ἥκεις, ἀγαθὸς ὢν γνώμην ἀνήρ,
τοὐμὸν παριεὶς καὶ καταμβλύνων κέαρ;
690ὦναξ, εἶπον μὲν οὐχ ἅπαξ μόνον,
ἴσθι δὲ παραφρόνιμον, ἄπορον ἐπὶ φρόνιμα
πεφάνθαι μʼ ἄν, εἴ σʼ ἐνοσφιζόμαν,
ὅς τʼ ἐμὰν γᾶν φίλαν ἐν πόνοις
695ἀλύουσαν κατʼ ὀρθὸν οὔρισας,
τανῦν τʼ εὔπομπος, ἂν γένοιο.
Ἰοκάστη πρὸς θεῶν δίδαξον κἄμʼ, ἄναξ, ὅτου ποτὲ
μῆνιν τοσήνδε πράγματος στήσας ἔχεις.
700Οἰδίπουςἐρῶ· σὲ γὰρ τῶνδʼ ἐς πλέον, γύναι, σέβω·
Κρέοντος, οἷά μοι βεβουλευκὼς ἔχει.
Ἰοκάστη λέγʼ, εἰ σαφῶς τὸ νεῖκος ἐγκαλῶν ἐρεῖς.
Οἰδίπους φονέα με φησὶ Λαΐου καθεστάναι.
Ἰοκάστη αὐτὸς ξυνειδὼς ἢ μαθὼν ἄλλου πάρα;
Οἰδίπους 705μάντιν μὲν οὖν κακοῦργον εἰσπέμψας, ἐπεὶ
τό γʼ εἰς ἑαυτὸν πᾶν ἐλευθεροῖ στόμα.
Ἰοκάστη σύ νυν ἀφεὶς σεαυτὸν ὧν λέγεις πέρι
ἐμοῦ ʼπάκουσον, καὶ μάθʼ οὕνεκʼ ἐστί σοι
βρότειον οὐδὲν μαντικῆς ἔχον τέχνης.
710φανῶ δέ σοι σημεῖα τῶνδε σύντομα.
χρησμὸς γὰρ ἦλθε Λαΐῳ ποτʼ, οὐκ ἐρῶ
Φοίβου γʼ ἄπʼ αὐτοῦ, τῶν δʼ ὑπηρετῶν ἄπο,
ὡς αὐτὸν ἕξοι μοῖρα πρὸς παιδὸς θανεῖν,
ὅστις γένοιτʼ ἐμοῦ τε κἀκείνου πάρα.
715καὶ τὸν μέν, ὥσπερ γʼ ἡ φάτις, ξένοι ποτὲ
λῃσταὶ φονεύουσʼ ἐν τριπλαῖς ἁμαξιτοῖς·
παιδὸς δὲ βλάστας οὐ διέσχον ἡμέραι
τρεῖς, καί νιν ἄρθρα κεῖνος ἐνζεύξας ποδοῖν
ἔρριψεν ἄλλων χερσὶν ἄβατον εἰς ὄρος.
720κἀνταῦθʼ Ἀπόλλων οὔτʼ ἐκεῖνον ἤνυσεν
φονέα γενέσθαι πατρὸς οὔτε Λάϊον
τὸ δεινὸν οὑφοβεῖτο πρὸς παιδὸς θανεῖν.
τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν,
ὧν ἐντρέπου σὺ μηδέν· ὧν γὰρ ἂν θεὸς
725χρείαν ἐρευνᾷ, ῥᾳδίως αὐτὸς φανεῖ.
Οἰδίπους οἷόν μʼ ἀκούσαντʼ ἀρτίως ἔχει, γύναι,
ψυχῆς πλάνημα κἀνακίνησις φρενῶν.
Ἰοκάστη ποίας μερίμνης τοῦθʼ ὑποστραφεὶς λέγεις;
Οἰδίπους ἔδοξʼ ἀκοῦσαι σοῦ τόδʼ, ὡς ὁ Λάϊος
730κατασφαγείη πρὸς τριπλαῖς ἁμαξιτοῖς.
Ἰοκάστη ηὐδᾶτο γὰρ ταῦτʼ οὐδέ πω λήξαντʼ ἔχει.
Οἰδίπους καὶ ποῦ ʼσθʼ ὁ χῶρος οὗτος οὗ τόδʼ ἦν πάθος;
Ἰοκάστη Φωκὶς μὲν ἡ γῆ κλῄζεται, σχιστὴ δʼ ὁδὸς
ἐς ταὐτὸ Δελφῶν κἀπὸ Δαυλίας ἄγει.
Οἰδίπους 735καὶ τίς χρόνος τοῖσδʼ ἐστὶν οὑξεληλυθώς;
Ἰοκάστη σχεδόν τι πρόσθεν ἢ σὺ τῆσδʼ ἔχων χθονὸς
ἀρχὴν ἐφαίνου, τοῦτʼ ἐκηρύχθη πόλει.
Οἰδίπους ὦ Ζεῦ, τί μου δρᾶσαι βεβούλευσαι πέρι;
Ἰοκάστη τί δʼ ἐστί σοι τοῦτʼ, Οἰδίπους, ἐνθύμιον;
Οἰδίπους 740μήπω μʼ ἐρώτα· τὸν δὲ Λάϊον φύσιν
τίνʼ ἦλθε φράζε, τίνα δʼ ἀκμὴν ἥβης ἔχων.
Ἰοκάστη μέγας, χνοάζων ἄρτι λευκανθὲς κάρα,
μορφῆς δὲ τῆς σῆς οὐκ ἀπεστάτει πολύ.
Οἰδίπους οἴμοι τάλας· ἔοικʼ ἐμαυτὸν εἰς ἀρὰς
745δεινὰς προβάλλων ἀρτίως οὐκ εἰδέναι.
Ἰοκάστη πῶς φῄς; ὀκνῶ τοι πρός σʼ ἀποσκοποῦσʼ, ἄναξ.
Οἰδίπους δεινῶς ἀθυμῶ μὴ βλέπων ὁ μάντις ᾖ·
δείξεις δὲ μᾶλλον, ἢν ἓν ἐξείπῃς ἔτι.
Ἰοκάστη καὶ μὴν ὀκνῶ μέν, ἃ δʼ ἂν ἔρῃ μαθοῦσʼ ἐρῶ.
Οἰδίπους 750πότερον ἐχώρει βαιὸς ἢ πολλοὺς ἔχων
ἄνδρας λοχίτας, οἷʼ ἀνὴρ ἀρχηγέτης;
Ἰοκάστη πέντʼ ἦσαν οἱ ξύμπαντες, ἐν δʼ αὐτοῖσιν ἦν .
κῆρυξ· ἀπήνη δʼ ἦγε Λάϊον μία.
Οἰδίπους αἰαῖ, τάδʼ ἤδη διαφανῆ. τίς ἦν ποτε
755ὁ τούσδε λέξας τοὺς λόγους ὑμῖν, γύναι;
Ἰοκάστη οἰκεύς τις, ὅσπερ ἵκετʼ ἐκσωθεὶς μόνος.
Οἰδίπους ἦ κἀν δόμοισι τυγχάνει τανῦν παρών;
Ἰοκάστη οὐ δῆτʼ· ἀφʼ οὗ γὰρ κεῖθεν ἦλθε καὶ κράτη
σέ τʼ εἶδʼ ἔχοντα Λάϊόν τʼ ὀλωλότα,
760ἐξικέτευσε τῆς ἐμῆς χειρὸς θιγὼν
ἀγρούς σφε πέμψαι κἀπὶ ποιμνίων νομάς,
ὡς πλεῖστον εἴη τοῦδʼ ἄποπτος ἄστεως.
κἄπεμψʼ ἐγώ νιν· ἄξιος γὰρ οἷʼ ἀνὴρ
δοῦλος φέρειν ἦν τῆσδε καὶ μείζω χάριν.
Οἰδίπους 765πῶς ἂν μόλοι δῆθʼ ἡμὶν ἐν τάχει πάλιν;
Ἰοκάστη πάρεστιν· ἀλλὰ πρὸς τί τοῦτʼ ἐφίεσαι;
Οἰδίπους δέδοικʼ ἐμαυτόν, ὦ γύναι, μὴ πόλλʼ ἄγαν
εἰρημένʼ ᾖ μοι διʼ ἅ νιν εἰσιδεῖν θέλω.
Ἰοκάστη ἀλλʼ ἵξεται μέν· ἀξία δέ που μαθεῖν
770κἀγὼ τά γʼ ἐν σοὶ δυσφόρως ἔχοντʼ, ἄναξ.
Οἰδίπους κοὐ μὴ στερηθῇς γʼ, ἐς τοσοῦτον ἐλπίδων
ἐμοῦ βεβῶτος. τῷ γὰρ ἂν καὶ μείζονι
λέξαιμʼ ἂν ἢ σοί, διὰ τύχης τοιᾶσδʼ ἰών;
ἐμοὶ πατὴρ μὲν Πόλυβος ἦν Κορίνθιος,
775μήτηρ δὲ Μερόπη Δωρίς. ἠγόμην δʼ ἀνὴρ
ἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν μοι τύχη
τοιάδʼ ἐπέστη, θαυμάσαι μὲν ἀξία,
σπουδῆς γε μέντοι τῆς ἐμῆς οὐκ ἀξία.
ἀνὴρ γὰρ ἐν δείπνοις μʼ ὑπερπλησθεὶς μέθῃ
780καλεῖ παρʼ οἴνῳ, πλαστὸς ὡς εἴην πατρί.
κἀγὼ βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέραν
μόλις κατέσχον, θἀτέρᾳ δʼ ἰὼν πέλας
μητρὸς πατρός τʼ ἤλεγχον· οἱ δὲ δυσφόρως
τοὔνειδος ἦγον τῷ μεθέντι τὸν λόγον.
785κἀγὼ τὰ μὲν κείνοιν ἐτερπόμην, ὅμως δʼ
ἔκνιζέ μʼ ἀεὶ τοῦθʼ· ὑφεῖρπε γὰρ πολύ.
λάθρᾳ δὲ μητρὸς καὶ πατρὸς πορεύομαι
Πυθώδε, καί μʼ ὁ Φοῖβος ὧν μὲν ἱκόμην
ἄτιμον ἐξέπεμψεν, ἄλλα δʼ ἄθλια
790καὶ δεινὰ καὶ δύστηνα προύφηνεν λέγων,
ὡς μητρὶ μὲν χρείη με μιχθῆναι, γένος δʼ
ἄτλητον ἀνθρώποισι δηλώσοιμʼ ὁρᾶν,
φονεὺς δʼ ἐσοίμην τοῦ φυτεύσαντος πατρός.
κἀγὼ ʼπακούσας ταῦτα τὴν Κορινθίαν,
795ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος, χθόνα
ἔφευγον, ἔνθα μήποτʼ ὀψοίμην κακῶν
χρησμῶν ὀνείδη τῶν ἐμῶν τελούμενα.
στείχων δʼ ἱκνοῦμαι τούσδε τοὺς χώρους, ἐν οἷς
σὺ τὸν τύραννον τοῦτον ὄλλυσθαι λέγεις.
Οἰδίπους 800καί σοι, γύναι, τἀληθὲς ἐξερῶ. τριπλῆς
ὅτʼ ἦ κελεύθου τῆσδʼ ὁδοιπορῶν πέλας,
ἐνταῦθά μοι κῆρύξ τε κἀπὶ πωλικῆς
ἀνὴρ ἀπήνης ἐμβεβώς, οἷον σὺ φῇς,
ξυνηντίαζον· κἀξ ὁδοῦ μʼ ὅ θʼ ἡγεμὼν
805αὐτός θʼ ὁ πρέσβυς πρὸς βίαν ἠλαυνέτην.
κἀγὼ τὸν ἐκτρέποντα, τὸν τροχηλάτην,
παίω διʼ ὀργῆς· καί μʼ ὁ πρέσβυς ὡς ὁρᾷ,
ὄχου παραστείχοντα τηρήσας, μέσον
κάρα διπλοῖς κέντροισί μου καθίκετο.
810οὐ μὴν ἴσην γʼ ἔτισεν, ἀλλὰ συντόμως
σκήπτρῳ τυπεὶς ἐκ τῆσδε χειρὸς ὕπτιος
μέσης ἀπήνης εὐθὺς ἐκκυλίνδεται·
κτείνω δὲ τοὺς ξύμπαντας. εἰ δὲ τῷ ξένῳ
τούτῳ προσήκει Λαΐου τι συγγενές,
815τίς τοῦδέ γʼ ἀνδρός ἐστιν ἀθλιώτερος;
τίς ἐχθροδαίμων μᾶλλον ἂν γένοιτʼ ἀνήρ;
ὃν μὴ ξένων ἔξεστι μηδʼ ἀστῶν τινι
δόμοις δέχεσθαι μηδὲ προσφωνεῖν τινα,
ὠθεῖν δʼ ἀπʼ οἴκων. καὶ τάδʼ οὔτις ἄλλος ἦν
820ἢ ʼγὼ ʼπʼ ἐμαυτῷ τάσδʼ ἀρὰς ὁ προστιθείς.
λέχη δὲ τοῦ θανόντος ἐκ χεροῖν ἐμαῖν
χραίνω, διʼ ὧνπερ ὤλετʼ· ἆρʼ ἔφυν κακός;
ἆρʼ οὐχὶ πᾶς ἄναγνος; εἴ με χρὴ φυγεῖν,
καί μοι φυγόντι μἤστι τοὺς ἐμοὺς ἰδεῖν
825μηδʼ ἐμβατεύειν πατρίδος, ἢ γάμοις με δεῖ
μητρὸς ζυγῆναι καὶ πατέρα κατακτανεῖν
Πόλυβον, ὃς ἐξέφυσε κἀξέθρεψέ με.
ἆρʼ οὐκ ἀπʼ ὠμοῦ ταῦτα δαίμονός τις ἂν
κρίνων ἐπʼ ἀνδρὶ τῷδʼ ἂν ὀρθοίη λόγον;
830μὴ δῆτα, μὴ δῆτʼ, ὦ θεῶν ἁγνὸν σέβας,
ἴδοιμι ταύτην ἡμέραν, ἀλλʼ ἐκ βροτῶν
βαίην ἄφαντος πρόσθεν ἢ τοιάνδʼ ἰδεῖν
κηλῖδʼ ἐμαυτῷ συμφορᾶς ἀφιγμένην.
Χορός ἡμῖν μέν, ὦναξ, ταῦτʼ ὀκνήρʼ· ἕως δʼ ἂν οὖν
835πρὸς τοῦ παρόντος ἐκμάθῃς, ἔχʼ ἐλπίδα.
Οἰδίπους καὶ μὴν τοσοῦτόν γʼ ἐστί μοι τῆς ἐλπίδος,
τὸν ἄνδρα τὸν βοτῆρα προσμεῖναι μόνον.
Ἰοκάστη πεφασμένου δὲ τίς ποθʼ ἡ προθυμία;
Οἰδίπους ἐγὼ διδάξω σʼ· ἢν γὰρ εὑρεθῇ λέγων
840σοὶ ταὔτʼ, ἔγωγʼ ἂν ἐκπεφευγοίην πάθος.
Ἰοκάστη ποῖον δέ μου περισσὸν ἤκουσας λόγον;
Οἰδίπους λῃστὰς ἔφασκες αὐτὸν ἄνδρας ἐννέπειν
ὥς νιν κατακτείνειαν. εἰ μὲν οὖν ἔτι
λέξει τὸν αὐτὸν ἀριθμόν, οὐκ ἐγὼ ʼκτανον·
845οὐ γὰρ γένοιτʼ ἂν εἷς γε τοῖς πολλοῖς ἴσος·
εἰ δʼ ἄνδρʼ ἕνʼ οἰόζωνον αὐδήσει, σαφῶς
τοῦτʼ ἐστὶν ἤδη τοὔργον εἰς ἐμὲ ῥέπον.
Ἰοκάστη ἀλλʼ ὡς φανέν γε τοὔπος ὧδʼ ἐπίστασο,
κοὐκ ἔστιν αὐτῷ τοῦτό γʼ ἐκβαλεῖν πάλιν·
850πόλις γὰρ ἤκουσʼ, οὐκ ἐγὼ μόνη, τάδε.
εἰ δʼ οὖν τι κἀκτρέποιτο τοῦ πρόσθεν λόγου,
οὔτοι ποτʼ, ὦναξ, σόν γε Λαΐου φόνον
φανεῖ δικαίως ὀρθόν, ὅν γε Λοξίας
διεῖπε χρῆναι παιδὸς ἐξ ἐμοῦ θανεῖν.
855καίτοι νιν οὐ κεῖνός γʼ ὁ δύστηνός ποτε
κατέκτανʼ, ἀλλʼ αὐτὸς πάροιθεν ὤλετο.
ὥστʼ οὐχὶ μαντείας γʼ ἂν οὔτε τῇδʼ ἐγὼ
βλέψαιμʼ ἂν εἵνεκʼ οὔτε τῇδʼ ἂν ὕστερον.
Οἰδίπους καλῶς νομίζεις· ἀλλʼ ὅμως τὸν ἐργάτην
860πέμψον τινὰ στελοῦντα μηδὲ τοῦτʼ ἀφῇς.
Ἰοκάστη πέμψω ταχύνασʼ· ἀλλʼ ἴωμεν ἐς δόμους·
οὐδὲν γὰρ ἂν πράξαιμʼ ἂν ὧν οὐ σοὶ φίλον.