B 156
Das Leere [192] Demokr. DK 68 B156

Κωλώτης ἐγκαλεῖ δʼ αὐτῷ (= Δημόκριτῷ) πρῶτον, ὅτι τῶν πραγμάτων ἕκαστον εἰπὼν οὐ μᾶλλον τοῖον τοῖον εἶναι συγκέχυκε τὸν βίον. Ἀλλὰ τοσοῦτόν γε Δημόκριτος ἀποδεῖ τοῦ νομίζειν μὴ μᾶλλον εἶναι τοῖον τοῖον τῶν πραγμάτων ἕκαστον, ὥστε Πρωταγόρᾳ τῷ σοφιστῇ τοῦτο εἰπόντι μεμαχῆσθαι καὶ γεγραφέναι πολλὰ καὶ πιθανὰ πρὸς αὐτόν· οἷς οὐδʼ ὄναρ ἐντυχὼν Κωλώτης ἐσφάλη περὶ λέξιν τοῦ ἀνδρός, ἐν διορίζεται μὴ μᾶλλον τὸ δὲν τὸ μηδὲν εἶναι, δὲν μὲν ὀνομάζων τὸ σῶμα, μηδὲν δὲ τὸ κενόν, ὡς καὶ τούτου φύσιν τινὰ καὶ ὑπόστασιν ἰδίαν ἔχοντος.

(Plutarch, Adv. col. 4 p. 1108f)